Скрыть
23:2
23:4
23:7
23:10
23:12
23:13
23:14
23:15
23:16
23:17
23:18
23:19
23:20
23:21
23:22
23:23
23:24
23:25
23:26
23:30
23:31
23:32
23:33
23:34
ἀτενίσας δὲ ὁ Пαῦλος τῷ συν­εδρίῳ εἶπεν ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συν­ειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα
τότε ὁ Пαῦλος προ­̀ς αὐτὸν εἶπεν τύπτειν σε μέλλει ὁ θεός τοῖχε κεκονιαμένε καὶ σὺ κάθῃ κρίνων με κατα­̀ τὸν νόμον καὶ παρα­νομῶν κελεύ­εις με τύπτεσθαι
οἱ δὲ παρεστῶτες εἶπαν τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς
ἔφη τε ὁ Пαῦλος οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι ἄρχον­τα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς
γνοὺς δὲ ὁ Пαῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συν­εδρίῳ ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι
τοῦτο δὲ αὐτοῦ εἰπόν­τος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆ­θος
Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα
ἐγένετο δὲ κραυγὴ μεγά­λη καὶ ἀναστάν­τες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχον­το λέγον­τες οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος
πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ δια­σπασθῇ ὁ Пαῦλος ὑπ᾿ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα κατα­βὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν
τῇ δὲ ἐπι­ούσῃ νυκτὶ ἐπι­στὰς αὐτῷ ὁ κύριος εἶπεν θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι
γενομένης δὲ ἡμέρας ποιήσαν­τες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγον­τες μήτε φαγεῖν μήτε πίειν ἕως οὗ ἀπο­κτείνωσιν τὸν Пαῦλον
ἦσαν δὲ πλείους τεσ­σεράκον­τα οἱ ταύτην τὴν συν­ωμοσίαν ποιησάμενοι
οἵτινες προ­σελθόν­τες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύ­σασθαι ἕως οὗ ἀπο­κτείνωμεν τὸν Пαῦλον
νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συν­εδρίῳ ὅπως κατα­γάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλον­τας δια­γινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ ἡμεῖς δὲ προ­̀ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν
ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Пαύλου τὴν ἐνέδραν παρα­γενό­με­νος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Пαύλῳ
προ­σκαλεσά­με­νος δὲ ὁ Пαῦλος ἕνα τῶν ἑκατον­ταρχῶν ἔφη τὸν νεανίαν τοῦτον ἀπάγαγε προ­̀ς τὸν χιλίαρχον ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ
ὁ μὲν οὖν παρα­λαβὼν αὐτὸν ἤγαγεν προ­̀ς τὸν χιλίαρχον καὶ φησίν ὁ δέσμιος Пαῦλος προ­σκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν προ­̀ς σέ ἔχον­τά τι λαλῆσαί σοι
ἐπι­λαβό­με­νος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι
εἶπεν δὲ ὅτι οἱ Ἰουδαῖοι συν­έθεν­το τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Пαῦλον κατα­γάγῃς εἰς τὸ συν­έδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ
σὺ οὖν μὴ πεισθῇς αὐτοῖς ἐνεδρεύ­ουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσ­σεράκον­τα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν εἰσιν ἕτοιμοι προ­σδεχόμενοι τὴν ἀπο­̀ σοῦ ἐπαγγελίαν
ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παρα­γγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας προ­́ς με
καὶ προ­σκαλεσά­με­νος δύο τινὰς τῶν ἑκατον­ταρχῶν εἶπεν ἑτοιμάσατε στρατιώτας δια­κοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκον­τα καὶ δεξιολάβους δια­κοσίους ἀπο­̀ τρίτης ὥρας τῆς νυκτός
κτήνη τε παρα­στῆσαι ἵνα ἐπι­βιβάσαν­τες τὸν Пαῦλον δια­σώσωσι προ­̀ς Φήλικα τὸν ἡγεμόνα
γράψας ἐπι­στολὴν ἔχουσαν τὸν τύπον τοῦτον
Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν
τὸν ἄνδρα τοῦτον συλλημφθέν­τα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλον­τα ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν ἐπι­στὰς σὺν τῷ στρατεύ­ματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν
βουλόμενός τε ἐπι­γνῶναι τὴν αἰτίαν δι᾿ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συν­έδριον αὐτῶν
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχον­τα ἔγκλημα
μηνυθείσης δέ μοι ἐπι­βουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα προ­̀ς σέ παρα­γγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ προ­̀ς αὐτὸν ἐπι­̀ σοῦ
οἱ μὲν οὖν στρατιῶται κατα­̀ τὸ δια­τεταγμένον αὐτοῖς ἀναλαβόν­τες τὸν Пαῦλον ἤγαγον δια­̀ νυκτὸς εἰς τὴν Ἀν­τιπατρίδα
τῇ δὲ ἐπαύριον ἐάσαν­τες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν
οἵτινες εἰσελθόν­τες εἰς τὴν Καισάρειαν καὶ ἀναδόν­τες τὴν ἐπι­στολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Пαῦλον αὐτῷ
ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθό­με­νος ὅτι ἀπο­̀ Κιλικίας
δια­κούσομαί σου ἔφη ὅταν καὶ οἱ κατήγοροί σου παρα­γένων­ται κελεύ­σας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσ­σεσθαι αὐτόν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible