Скрыть
20:1
20:2
20:3
20:5
20:6
20:8
20:9
20:10
20:11
20:12
20:13
20:14
20:15
20:16
20:17
20:19
20:20
20:22
20:25
20:30
20:36
20:37
20:38
μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψά­με­νος ὁ Пαῦλος τοὺς μαθητὰς καὶ παρα­καλέσας ἀσπασά­με­νος ἐξῆλθεν πορεύ­εσθαι εἰς Μακεδονίαν
διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρα­καλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπι­βουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλον­τι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν δια­̀ Μακεδονίας
συν­είπετο δὲ αὐτῷ Σώπατρος Пύρρου Βεροιαῖος Θεσ­σαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος
οὗτοι δὲ προ­ελθόν­τες ἔμενον ἡμᾶς ἐν Τρῳάδι
ἡμεῖς δὲ ἐξεπλεύ­σαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπο­̀ Φιλίππων καὶ ἤλθομεν προ­̀ς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέν­τε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συν­ηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Пαῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου
ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συν­ηγ­μέ­νοι
καθεζό­με­νος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπι­̀ τῆς θυρίδος κατα­φερό­με­νος ὕπνῳ βαθεῖ δια­λεγο­μέ­νου τοῦ Пαύλου ἐπι­̀ πλεῖον κατενεχθεὶς ἀπο­̀ τοῦ ὕπνου ἔπεσεν ἀπο­̀ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός
κατα­βὰς δὲ ὁ Пαῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν μὴ θορυβεῖσθε ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν
ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσά­με­νος ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν
ἤγαγον δὲ τὸν παῖδα ζῶν­τα καὶ παρεκλήθησαν οὐ μετρίως
ἡμεῖς δὲ προ­ελθόν­τες ἐπι­̀ τὸ πλοῖον ἀνήχθημεν ἐπι­̀ τὴν Ἆσ­σον ἐκεῖθεν μέλλον­τες ἀναλαμβάνειν τὸν Пαῦλον οὕτως γὰρ δια­τεταγμένος ἦν μέλλων αὐτὸς πεζεύ­ειν
ὡς δὲ συν­έβαλλεν ἡμῖν εἰς τὴν Ἆσ­σον ἀναλαβόν­τες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην
κἀκεῖθεν ἀπο­πλεύ­σαν­τες τῇ ἐπι­ούσῃ κατην­τήσαμεν ἄν­τικρυς Χίου τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον
κεκρίκει γὰρ ὁ Пαῦλος παρα­πλεῦσαι τὴν Ἔφεσον ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεν­τηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα
ἀπο­̀ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
ὡς δὲ παρεγένον­το προ­̀ς αὐτὸν εἶπεν αὐτοῖς ὑμεῖς ἐπι­́στασθε ἀπο­̀ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ᾿ ὑμῶν τὸν πάν­τα χρόνον ἐγενόμην
δουλεύ­ων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάν­των μοι ἐν ταῖς ἐπι­βουλαῖς τῶν Ἰουδαίων
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόν­των τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους
δια­μαρτυρό­με­νος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν
καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύ­ματι πορεύ­ομαι εἰς Ἰερουσαλήμ τὰ ἐν αὐτῇ συν­αν­τήσον­τά μοι μὴ εἰδώς
πλη­̀ν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατα­̀ πόλιν δια­μαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με ­μέ­νουσιν
ἀλλ᾿ οὐδενὸς λόγου ποι­οῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν δια­κονίαν ἣν ἔλαβον παρα­̀ τοῦ κυρίου Ἰησοῦ δια­μαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ
καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ προ­́σωπόν μου ὑμεῖς πάν­τες ἐν οἷς διῆλθον κηρύσ­σων τὴν βασιλείαν
διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπο­̀ τοῦ αἵμα­τος πάν­των
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν
προ­σέχετε ἑαυτοῖς καὶ παν­τὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπι­σκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἣν περιεποιήσατο δια­̀ τοῦ αἵμα­τος τοῦ ἰδίου
ἐγὼ οἶδα ὅτι εἰσελεύ­σον­ται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσον­ται ἄνδρες λαλοῦν­τες διεστραμμένα τοῦ ἀπο­σπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν
διὸ γρηγορεῖτε μνημονεύ­ον­τες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον
καὶ τὰ νῦν παρα­τίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρο­νο­μίαν ἐν τοῖς ἡγιασ­μέ­νοις πᾶσιν
ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα
αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾿ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
πάν­τα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶν­τας δεῖ ἀν­τιλαμβάνεσθαι τῶν ἀσθενούν­των μνημονεύ­ειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν
καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προ­σηύξατο
ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάν­των καὶ ἐπι­πεσόν­τες ἐπι­̀ τὸν τράχηλον τοῦ Пαύλου κατεφίλουν αὐτόν
ὀδυνώμενοι μάλιστα ἐπι­̀ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ προ­́σωπον αὐτοῦ θεωρεῖν προ­έπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible