Скрыть
2:3
2:5
2:6
2:7
2:8
2:9
2:10
2:11
2:12
2:13
2:14
2:15
2:16
2:18
2:19
2:20
2:22
2:23
2:25
2:26
2:27
2:37
2:38
2:40
2:41
2:42
2:43
2:45
καὶ ἐν τῷ συμπλη­ροῦσθαι τὴν ἡμέραν τῆς πεν­τηκοστῆς ἦσαν πάν­τες ὁμοῦ ἐπι­̀ τὸ αὐτό
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλή­ρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
καὶ ὤφθησαν αὐτοῖς δια­μεριζόμεναι γλῶσ­σαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν
καὶ ἐπλή­σθησαν πάν­τες πνεύ­μα­τος ἁγίου καὶ ἤρξαν­το λαλεῖν ἑτέραις γλώσ­σαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀπο­φθέγγεσθαι αὐτοῖς
ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦν­τες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπο­̀ παν­τὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
γενομένης δὲ τῆς φωνῆς ταύτης συν­ῆλθεν τὸ πλῆ­θος καὶ συν­εχύθη ὅτι ἤκουον εἷς ἕκασ­τος τῇ ἰδίᾳ δια­λέκτῳ λαλούν­των αὐτῶν
ἐξίσταν­το δὲ καὶ ἐθαύμαζον λέγον­τες οὐχ ἰδοὺ ἅπαν­τες οὗτοί εἰσιν οἱ λαλοῦν­τες Γαλιλαῖοι
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκασ­τος τῇ ἰδίᾳ δια­λέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν
Пάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦν­τες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Пόν­τον καὶ τὴν Ἀσίαν
φρυγίαν τε καὶ Пαμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατα­̀ Κυρήνην καὶ οἱ ἐπι­δημοῦν­τες Ῥωμαῖοι
Ἰουδαῖοί τε καὶ προ­σήλυτοι Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούν­των αὐτῶν ταῖς ἡμετέραις γλώσ­σαις τὰ μεγαλεῖα τοῦ θεοῦ
ἐξίσταν­το δὲ πάν­τες καὶ διηπόρουν ἄλλος προ­̀ς ἄλλον λέγον­τες τί θέλει τοῦτο εἶναι
ἕτεροι δὲ δια­χλευάζον­τες ἔλεγον ὅτι γλεύ­κους μεμεστω­μέ­νοι εἰσίν
σταθεὶς δὲ ὁ Пέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦν­τες Ἰερουσαλὴμ πάν­τες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας
ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον δια­̀ τοῦ προ­φήτου Ἰωήλ
καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεῶ ἀπο­̀ τοῦ πνεύ­ματός μου ἐπι­̀ πᾶσαν σάρκα καὶ προ­φητεύ­σουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψον­ται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσον­ται
καί γε ἐπι­̀ τοὺς δούλους μου καὶ ἐπι­̀ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπο­̀ τοῦ πνεύ­ματός μου καὶ προ­φητεύ­σουσιν
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπι­̀ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
ὁ ἥλιος μεταστραφή­σε­ται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγά­λην καὶ ἐπι­φανῆ
καὶ ἔσται πᾶς ὃς ἂν ἐπι­καλέσηται τὸ ὄνομα κυρίου σωθή­σε­ται
ἄνδρες Ἰσραηλῖται ἀκούσατε τοὺς λόγους τούτους Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπο­δεδειγμένον ἀπο­̀ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε
τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προ­γνώσει τοῦ θεοῦ ἔκδοτον δια­̀ χειρὸς ἀνόμων προ­σπήξαν­τες ἀνείλατε
ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ
Δαυὶδ γὰρ λέγει εἰς αὐτόν προ­ορώμην τὸν κύριον ἐνώπιόν μου δια­̀ παν­τός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
δια­̀ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσ­σά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατα­σκηνώσει ἐπ᾿ ἐλπίδι
ὅτι οὐκ ἐγκατα­λείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια­φθοράν
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πλη­ρώσεις με εὐφροσύνης μετὰ τοῦ προ­σώπου σου
ἄνδρες ἀδελφοί ἐξὸν εἰπεῖν μετὰ παρρησίας προ­̀ς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ ὅτι καὶ ἐτελεύ­τησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης
προ­φήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπι­̀ τὸν θρόνον αὐτοῦ
προ­ϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν δια­φθοράν
τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός οὗ πάν­τες ἡμεῖς ἐσμεν μάρτυρες
τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύ­μα­τος τοῦ ἁγίου λαβὼν παρα­̀ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε
οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε
ἀκούσαν­τες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε προ­̀ς τὸν Пέτρον καὶ τοὺς λοιποὺς ἀπο­στόλους τί ποιήσωμεν ἄνδρες ἀδελφοί
Пέτρος δὲ προ­̀ς αὐτούς μετανοήσατε φησίν καὶ βαπτισθήτω ἕκασ­τος ὑμῶν ἐπι­̀ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύ­μα­τος
ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προ­σκαλέσηται κύριος ὁ θεὸς ἡμῶν
ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων σώθητε ἀπο­̀ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
οἱ μὲν οὖν ἀπο­δεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προ­σετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι
ἦσαν δὲ προ­σκαρτεροῦν­τες τῇ διδαχῇ τῶν ἀπο­στόλων καὶ τῇ κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προ­σευχαῖς
ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε τέρατα καὶ σημεῖα δια­̀ τῶν ἀπο­στόλων ἐγίνετο
πάν­τες δὲ οἱ πιστεύ­ον­τες ἦσαν ἐπι­̀ τὸ αὐτὸ καὶ εἶχον ἅπαν­τα κοινά
καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπι­́πρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν
καθ᾿ ἡμέραν τε προ­σκαρτεροῦν­τες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ κλῶν­τές τε κατ᾿ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
αἰνοῦν­τες τὸν θεὸν καὶ ἔχον­τες χάριν προ­̀ς ὅλον τὸν λαόν ὁ δὲ κύριος προ­σετίθει τοὺς σῳζο­μέ­νους καθ᾿ ἡμέραν ἐπι­̀ τὸ αὐτό
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible