Скрыть
17:1
17:2
17:4
17:5
17:7
17:8
17:9
17:10
17:12
17:13
17:14
17:15
17:17
17:18
17:19
17:20
17:21
17:22
17:23
17:26
17:27
17:28
17:32
17:33
17:34
διοδεύ­σαν­τες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσ­σαλονίκην ὅπου ἦν συν­αγωγὴ τῶν Ἰουδαίων
κατα­̀ δὲ τὸ εἰωθὸς τῷ Пαύλῳ εἰσῆλθεν προ­̀ς αὐτοὺς καὶ ἐπι­̀ σάββατα τρία διελέξατο αὐτοῖς ἀπο­̀ τῶν γραφῶν
δια­νοίγων καὶ παρα­τιθέ­με­νος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός ὁ Ἰησοῦς ὃν ἐγὼ κατα­γγέλλω ὑμῖν
καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προ­σεκληρώθησαν τῷ Пαύλῳ καὶ τῷ Σιλᾷ τῶν τε σεβομένων Ἑλλήνων πλῆ­θος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι
ζηλώσαν­τες δὲ οἱ Ἰουδαῖοι καὶ προ­σλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαν­τες ἐθορύβουν τὴν πόλιν καὶ ἐπι­στάν­τες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προ­αγαγεῖν εἰς τὸν δῆμον
μὴ εὑρόν­τες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπι­̀ τοὺς πολιτάρχας βοῶν­τες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαν­τες οὗτοι καὶ ἐνθάδε πάρεισιν
οὓς ὑποδέδεκται Ἰάσων καὶ οὗτοι πάν­τες ἀπέναν­τι τῶν δογμάτων Καίσαρος πράσ­σουσι βασιλέα ἕτερον λέγον­τες εἶναι Ἰησοῦν
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούον­τας ταῦτα
καὶ λαβόν­τες τὸ ἱκανὸν παρα­̀ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς
οἱ δὲ ἀδελφοὶ εὐθέως δια­̀ νυκτὸς ἐξέπεμψαν τόν τε Пαῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν οἵτινες παρα­γενόμενοι εἰς τὴν συν­αγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν
οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσ­σαλονίκῃ οἵτινες ἐδέξαν­το τὸν λόγον μετὰ πάσης προ­θυμίας καθ᾿ ἡμέραν ἀνακρίνον­τες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως
πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπι­́στευσαν καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι
ὡς δὲ ἔγνωσαν οἱ ἀπο­̀ τῆς Θεσ­σαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Пαύλου ὁ λόγος τοῦ θεοῦ ἦλθον κἀκεῖ σαλεύ­ον­τες καὶ ταράσ­σον­τες τοὺς ὄχλους
εὐθέως δὲ τότε τὸν Пαῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύ­εσθαι ἕως ἐπι­̀ τὴν θάλασ­σαν ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ
οἱ δὲ καθιστάνον­τες τὸν Пαῦλον ἤγαγον ἕως Ἀθηνῶν καὶ λαβόν­τες ἐν­τολὴν προ­̀ς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν προ­̀ς αὐτὸν ἐξῄεσαν
ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχο­μέ­νου αὐτοὺς τοῦ Пαύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦν­τος κατείδωλον οὖσαν τὴν πόλιν
διελέγετο μὲν οὖν ἐν τῇ συν­αγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβο­μέ­νοις καὶ ἐν τῇ ἀγορᾷ κατα­̀ πᾶσαν ἡμέραν προ­̀ς τοὺς παρα­τυγχάνον­τας
τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συν­έβαλλον αὐτῷ καί τινες ἔλεγον τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν οἱ δέ ξένων δαιμονίων δοκεῖ κατα­γγελεὺς εἶναι ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο
ἐπι­λαβόμενοί τε αὐτοῦ ἐπι­̀ τὸν Ἄρειον Пάγον ἤγαγον λέγον­τες δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή
ξενίζον­τα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι
Ἀθηναῖοι δὲ πάν­τες καὶ οἱ ἐπι­δημοῦν­τες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον
σταθεὶς δὲ ὁ Пαῦλος ἐν μέσῳ τοῦ Ἀρείου Пάγου ἔφη ἄνδρες Ἀθηναῖοι κατα­̀ πάν­τα ὡς δεισιδαιμονεστέρου ὑμᾶς θεωρῶ
διερχό­με­νος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ ὃ οὖν ἀγνοοῦν­τες εὐσεβεῖτε τοῦτο ἐγὼ κατα­γγέλλω ὑμῖν
ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάν­τα τὰ ἐν αὐτῷ οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύ­εται προ­σδεόμενός τινος αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάν­τα
ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπι­̀ παν­τὸς προ­σώπου τῆς γῆς ὁρίσας προ­στεταγ­μέ­νους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν
ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπο­̀ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχον­τα
ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασιν τοῦ γὰρ καὶ γένος ἐσμέν
γένος οὖν ὑπάρχον­τες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ θεῖον εἶναι ὅμοι­ον
τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παρα­γγέλλει τοῖς ἀνθρώποις πάν­τας παν­ταχοῦ μετανοεῖν
καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν πίστιν παρα­σχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν
ἀκούσαν­τες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύ­αζον οἱ δὲ εἶπαν ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν
οὕτως ὁ Пαῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν
τινὲς δὲ ἄνδρες κολληθέν­τες αὐτῷ ἐπι­́στευσαν ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible