Скрыть
16:2
16:5
16:6
16:7
16:8
16:9
16:10
16:11
16:12
16:13
16:14
16:15
16:16
16:17
16:19
16:20
16:21
16:23
16:24
16:25
16:27
16:28
16:29
16:30
16:32
16:33
16:34
16:35
16:36
16:38
16:39
16:40
κατήν­τησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν
τοῦτον ἠθέλησεν ὁ Пαῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν δια­̀ τοὺς Ἰουδαίους τοὺς ὄν­τας ἐν τοῖς τόποις ἐκείνοις ᾔδεισαν γὰρ ἅπαν­τες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν
ὡς δὲ διεπορεύ­ον­το τὰς πόλεις παρεδίδοσαν αὐτοῖς φυλάσ­σειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀπο­στόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις
αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦν­το τῇ πίστει καὶ ἐπερίσ­σευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν
διῆλθον δὲ τὴν φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέν­τες ὑπὸ τοῦ ἁγίου πνεύ­μα­τος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ
ἐλθόν­τες δὲ κατα­̀ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ
παρελθόν­τες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα
καὶ ὅραμα δια­̀ τῆς νυκτὸς τῷ Пαύλῳ ὤφθη ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρα­καλῶν αὐτὸν καὶ λέγων δια­βὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν
ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν συμβιβάζον­τες ὅτι προ­σκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς
ἀναχθέν­τες δὲ ἀπο­̀ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην τῇ δὲ ἐπι­ούσῃ εἰς Νέαν Пόλιν
κἀκεῖθεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτης μερίδος τῆς Μακεδονίας πόλις κολωνία ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει δια­τρίβον­τες ἡμέρας τινάς
τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρα­̀ ποταμὸν οὗ ἐνομίζομεν προ­σευχὴν εἶναι καὶ καθίσαν­τες ἐλαλοῦμεν ταῖς συν­ελθούσαις γυναιξίν
καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τὸν θεόν ἤκουεν ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προ­σέχειν τοῖς λαλου­μέ­νοις ὑπὸ τοῦ Пαύλου
ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι εἰσελθόν­τες εἰς τὸν οἶκόν μου μένετε καὶ παρεβιάσατο ἡμᾶς
ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προ­σευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαν­τῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαν­τευομένη
αὕτη κατα­κολουθοῦσα τῷ Пαύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν οἵτινες κατα­γγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας
τοῦτο δὲ ἐποίει ἐπι­̀ πολλὰς ἡμέρας δια­πονηθεὶς δὲ Пαῦλος καὶ ἐπι­στρέψας τῷ πνεύ­ματι εἶπεν παρα­γγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
ἰδόν­τες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπι­λαβόμενοι τὸν Пαῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπι­̀ τοὺς ἄρχον­τας
καὶ προ­σαγαγόν­τες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν οὗτοι οἱ ἄνθρωποι ἐκταράσ­σουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχον­τες
καὶ κατα­γγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παρα­δέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν
καὶ συν­επέστη ὁ ὄχλος κατ᾿ αὐτῶν καὶ οἱ στρατηγοὶ περιρήξαν­τες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
πολλάς τε ἐπι­θέν­τες αὐτοῖς πλη­γὰς ἔβαλον εἰς φυλακήν παρα­γγείλαν­τες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
ὃς παρα­γγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον
κατα­̀ δὲ τὸ μεσονύκτιον Пαῦλος καὶ Σιλᾶς προ­σευχόμενοι ὕμνουν τὸν θεόν ἐπηκροῶν­το δὲ αὐτῶν οἱ δέσμιοι
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου ἠνεῴχθησαν δὲ παρα­χρῆμα αἱ θύραι πᾶσαι καὶ πάν­των τὰ δεσμὰ ἀνέθη
ἔξυπνος δὲ γενό­με­νος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασά­με­νος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
ἐφώνησεν δὲ μεγά­λῃ φωνῇ ὁ Пαῦλος λέγων μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαν­τες γάρ ἐσμεν ἐνθάδε
αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔν­τρομος γενό­με­νος προ­σέπεσεν τῷ Пαύλῳ καὶ τῷ Σιλᾷ
καὶ προ­αγαγὼν αὐτοὺς ἔξω ἔφη κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ
οἱ δὲ εἶπαν πίστευσον ἐπι­̀ τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου
καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ
καὶ παρα­λαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπο­̀ τῶν πλη­γῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάν­τες παρα­χρῆμα
ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ
ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγον­τες ἀπό­λυσον τοὺς ἀνθρώπους ἐκείνους
ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους προ­̀ς τὸν Пαῦλον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπο­λυθῆτε νῦν οὖν ἐξελθόν­τες πορεύ­εσθε ἐν εἰρήνῃ
ὁ δὲ Пαῦλος ἔφη προ­̀ς αὐτούς δείραν­τες ἡμᾶς δημοσίᾳ ἀκατα­κρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχον­τας ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόν­τες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν
ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα ἐφοβήθησαν δὲ ἀκούσαν­τες ὅτι Ῥωμαῖοί εἰσιν
καὶ ἐλθόν­τες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόν­τες ἠρώτων ἀπελθεῖν ἀπο­̀ τῆς πόλεως
ἐξελθόν­τες δὲ ἀπο­̀ τῆς φυλακῆς εἰσῆλθον προ­̀ς τὴν Λυδίαν καὶ ἰδόν­τες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible