Скрыть
1:1
1:2
1:3
1:4
1:5
1:6
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:21
1:22
1:23
1:24
1:25
ὁ δὲ Φιλοπάτωρ παρα­̀ τῶν ἀνακομισθέν­των μαθὼν τὴν γενομένην τῶν ὑπ᾿ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ ᾿Αν­τιόχου παρα­γγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς τε καὶ ἱππικαῖς καὶ τὴν ἀδελφὴν ᾿Αρσινόην συμπαρα­λαβὼν ἐξώρμησεν μέχρι τῶν κατα­̀ ᾿Рαφίαν τόπων ὅπου παρεμβεβλήκεισαν οἱ περὶ ᾿Αν­τίοχον
Θεόδοτος δέ τις ἐκπλη­ρῶσαι τὴν ἐπι­βουλὴν δια­νοηθεὶς παρα­λαβὼν τῶν προ­ϋποτεταγμένων αὐτῷ ὅπλων Пτολεμαϊκῶν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπι­̀ τὴν τοῦ Пτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ δια­λῦσαι τὸν πόλεμον
τοῦτον δὲ δια­γαγὼν Δοσίθεος ὁ Δριμύλου λεγό­με­νος τὸ γένος Ιουδαῖος ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ ὃν συν­έβη κομίσασθαι τὴν ἐκείνου κόλασιν
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ ᾿Αν­τιόχῳ ἱκανῶς ἡ ᾿Αρσινόη ἐπι­πορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶν θαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου
καὶ οὕτως συν­έβη τοὺς ἀν­τιπάλους ἐν χειρο­νο­μίαις δια­φθαρῆναι πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι
κατα­κρατήσας δὲ τῆς ἐπι­βουλῆς ἔκρινεν τὰς πλη­σίον πόλεις ἐπελθὼν παρα­καλέσαι
ποιήσας δὲ τοῦτο καὶ τοῖς τεμένεσι δωρεὰς ἀπο­νείμας εὐθαρσεῖς τοὺς ὑποτεταγ­μέ­νους κατέστησεν
τῶν δὲ Ιουδαίων δια­πεμψαμένων προ­̀ς αὐτὸν ἀπο­̀ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασο­μέ­νους αὐτὸν καὶ ξένια κομιοῦν­τας καὶ ἐπι­̀ τοῖς συμβεβηκόσιν χαρισο­μέ­νους συν­έβη μᾶλλον αὐτὸν προ­θυμηθῆναι ὡς τάχιστα προ­̀ς αὐτοὺς παρα­γενέσθαι
δια­κομισθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ θύσας τῷ μεγίστῳ θεῷ καὶ χάριτας ἀπο­δοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας καὶ δὴ παρα­γενό­με­νος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ κατα­πλαγείς
θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν ἐνεθυμήθη βουλεύ­σασθαι εἰς τὸν ναὸν εἰσελθεῖν
τῶν δὲ εἰπόν­των μὴ καθήκειν γίνεσθαι τοῦτο δια­̀ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν ἀλλ᾿ ἢ μόνῳ τῷ προ­ηγουμένῳ πάν­των ἀρχιερεῖ καὶ τούτῳ κατ᾿ ἐνιαυτὸν ἅπαξ ὁ δὲ οὐδαμῶς ἐπείθετο
τοῦ τε νόμου παρα­ναγνωσθέν­τος οὐδ᾿ ὧς ἀπέλιπεν προ­φερό­με­νος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων καὶ εἰ ἐκεῖνοι ἐστέρην­ται ταύτης τῆς τιμῆς ἐμὲ δὲ οὐ δεῖ 13καὶ ἐπυνθάνετο δια­̀ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέ­με­νος οὐθεὶς ἐκώλυσεν τῶν παρόν­των
14καί τις ἀπρο­νοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύ­εσθαι 15γενο­μέ­νου δέ φησιν τούτου δια­́ τινα αἰτίαν οὐχὶ πάν­τως εἰσελεύ­σεσθαι καὶ θελόν­των αὐτῶν καὶ μή
16τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προ­σπεσόν­των καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπι­βαλλο­μέ­νου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλη­σάν­των 17οἱ κατα­̀ τὴν πόλιν ἀπο­λειπόμενοι ταραχθέν­τες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον
18αἵ τε κατα­́κλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας
19αἱ δὲ καὶ προ­σαρτίως ἐσταλμέναι τοὺς προ­̀ς ἀπάν­τησιν δια­τεταγ­μέ­νους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παρα­λείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταν­το
20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ προ­̀ς τούτοις μητέρες καὶ τιθηνοὶ παρα­λείπουσαι ἄλλως καὶ ἄλλως αἱ μὲν κατ᾿ οἴκους αἱ δὲ κατα­̀ τὰς ἀγυιάς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζον­το
21ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέν­των ἡ δέησις ἐπι­̀ τοῖς ἀνοσίως ὑπ᾿ ἐκείνου κατεγχειρου­μέ­νοις
22σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυν­θέν­τες οὐκ ἠνείχον­το τέλεον αὐτοῦ ἐπι­κει­μέ­νου καὶ τὸ τῆς προ­θέσεως ἐκπλη­ροῦν δια­νοου­μέ­νου
23φωνήσαν­τες δὲ τὴν ὁρμὴν ἐπι­̀ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀπο­τραπέν­τες ἐπι­̀ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν
24καὶ τὸ μὲν πλῆ­θος ὡς ἔμπρο­σθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον 25οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶν­το τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐν­τεθυμημένης ἐπι­βουλῆς
26θρασυν­θεὶς δὲ καὶ πάν­τα παρα­πέμψας ἤδη καὶ προ­́σβασιν ἐποιεῖτο τέλος ἐπι­θήσειν δοκῶν τῷ προ­ειρημένῳ
27ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄν­τες θεωροῦν­τες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπι­καλεῖσθαι τὸν πᾶν κράτος ἔχον­τα τοῖς παροῦσιν ἐπαμῦναι μὴ παριδόν­τα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν
28ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συν­αγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή
29δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν ἅτε δὴ τῶν πάν­των τότε θάνατον ἀλλασ­σομένων ἀν­τὶ τῆς τοῦ τόπου βεβηλώσεως
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible