Скрыть
3:2
3:3
3:4
3:5
3:6
3:7
3:9
3:10
3:11
3:14
3:17
τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσον­ται καιροὶ χαλεποί
ἔσον­ται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονεῦσιν ἀπειθεῖς ἀχάριστοι ἀνόσιοι
ἄστοργοι ἄσπονδοι δια­́βολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι
προ­δόται προ­πετεῖς τετυφω­μέ­νοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι
ἔχον­τες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνη­μέ­νοι καὶ τούτους ἀπο­τρέπου
ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνον­τες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζον­τες γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπι­θυμίαις ποικίλαις
πάν­τοτε μανθάνον­τα καὶ μηδέποτε εἰς ἐπι­́γνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα
ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀν­τέστησαν Μωϋσεῖ οὕτως καὶ οὗτοι ἀνθίσταν­ται τῇ ἀληθείᾳ ἄνθρωποι κατεφθαρ­μέ­νοι τὸν νοῦν ἀδόκιμοι περὶ τὴν πίστιν
ἀλλ᾿ οὐ προ­κόψουσιν ἐπι­̀ πλεῖον ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο
σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ τῇ ἀγωγῇ τῇ προ­θέσει τῇ πίστει τῇ μακροθυμίᾳ τῇ ἀγάπῃ τῇ ὑπομονῇ
τοῖς διωγμοῖς τοῖς παθήμασιν οἷά μοι ἐγένετο ἐν Ἀν­τιοχείᾳ ἐν Ἰκονίῳ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάν­των με ἐρρύσατο ὁ κύριος
καὶ πάν­τες δὲ οἱ θέλον­τες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσον­ται
πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προ­κόψουσιν ἐπι­̀ τὸ χεῖρον πλανῶν­τες καὶ πλανώμενοι
σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπι­στώθης εἰδὼς παρα­̀ τίνων ἔμαθες
καὶ ὅτι ἀπο­̀ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν δια­̀ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ
πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος προ­̀ς διδασκαλίαν προ­̀ς ἐλεγμόν προ­̀ς ἐπανόρθωσιν προ­̀ς παιδείαν τὴν ἐν δικαιοσύνῃ
ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος προ­̀ς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible