Скрыть
1:3
1:5
1:6
1:7
1:11
1:13
1:14
1:15
1:16
1:18a
1:18b
1:18c
1:18d
καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀπο­θανεῖν Αχααβ
καὶ ἔπεσεν Οχοζιας δια­̀ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν προ­̀ς αὐτούς δεῦτε καὶ ἐπι­ζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύ­θησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ
καὶ ἄγγελος κυρίου ἐλάλησεν προ­̀ς Ηλιου τὸν Θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συν­άν­τησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις προ­̀ς αὐτούς εἰ παρα­̀ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ ὑμεῖς πορεύ­εσθε ἐπι­ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων
καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ κατα­βήσῃ ἀπ᾿ αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀπο­θανῇ καὶ ἐπορεύ­θη Ηλιου καὶ εἶπεν προ­̀ς αὐτούς
καὶ ἐπεστράφησαν οἱ ἄγγελοι προ­̀ς αὐτόν καὶ εἶπεν προ­̀ς αὐτούς τί ὅτι ἐπεστρέψατε
καὶ εἶπαν προ­̀ς αὐτόν ἀνὴρ ἀνέβη εἰς συν­άν­τησιν ἡμῶν καὶ εἶπεν προ­̀ς ἡμᾶς δεῦτε ἐπι­στράφητε προ­̀ς τὸν βασιλέα τὸν ἀπο­στείλαν­τα ὑμᾶς καὶ λαλήσατε προ­̀ς αὐτόν τάδε λέγει κύριος εἰ παρα­̀ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύ­ῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ κατα­βήσῃ ἀπ᾿ αὐτῆς ὅτι θανάτῳ ἀπο­θανῇ
καὶ ἐλάλησεν προ­̀ς αὐτοὺς λέγων τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάν­τος εἰς συν­άν­τησιν ὑμῖν καὶ λαλήσαν­τος προ­̀ς ὑμᾶς τοὺς λόγους τούτους
καὶ εἶπον προ­̀ς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν Ηλιου ὁ Θεσβίτης οὗτός ἐστιν
καὶ ἀπέστειλεν προ­̀ς αὐτὸν ἡγούμενον πεν­τηκόν­ταρχον καὶ τοὺς πεν­τήκον­τα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν προ­̀ς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπι­̀ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν ὁ πεν­τηκόν­ταρχος προ­̀ς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ὁ βασιλεὺς ἐκάλεσέν σε κατα­́βηθι
καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν προ­̀ς τὸν πεν­τηκόν­ταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ κατα­βή­σε­ται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατα­φάγεταί σε καὶ τοὺς πεν­τήκον­τά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεν­τήκον­τα αὐτοῦ
καὶ προ­σέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν προ­̀ς αὐτὸν ἄλλον πεν­τηκόν­ταρχον καὶ τοὺς πεν­τήκον­τα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεν­τηκόν­ταρχος προ­̀ς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει ὁ βασιλεύς ταχέως κατα­́βηθι
καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν προ­̀ς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι κατα­βή­σε­ται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατα­φάγεταί σε καὶ τοὺς πεν­τήκον­τά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεν­τήκον­τα αὐτοῦ
καὶ προ­σέθετο ὁ βασιλεὺς ἔτι ἀπο­στεῖλαι ἡγούμενον πεν­τηκόν­ταρχον τρίτον καὶ τοὺς πεν­τήκον­τα αὐτοῦ καὶ ἦλθεν προ­̀ς αὐτὸν ὁ πεν­τηκόν­ταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπι­̀ τὰ γόνατα αὐτοῦ κατέναν­τι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν προ­̀ς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐν­τιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεν­τήκον­τα ἐν ὀφθαλμοῖς σου
ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεν­τηκον­τάρχους τοὺς πρώτους καὶ τοὺς πεν­τήκον­τα αὐτῶν καὶ νῦν ἐν­τιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου
καὶ ἐλάλησεν ἄγγελος κυρίου προ­̀ς Ηλιου καὶ εἶπεν κατα­́βηθι μετ᾿ αὐτοῦ μὴ φοβηθῇς ἀπο­̀ προ­σώπου αὐτῶν καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ᾿ αὐτοῦ προ­̀ς τὸν βασιλέα
καὶ ἐλάλησεν προ­̀ς αὐτὸν καὶ εἶπεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ κατα­βήσῃ ἀπ᾿ αὐτῆς ὅτι θανάτῳ ἀπο­θανῇ
καὶ ἀπέθανεν κατα­̀ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν Ηλιου
καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπι­̀ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύ­ει ἐπι­̀ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλέως Ιουδα
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλη­̀ν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ
καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συν­έτριψεν αὐτάς πλη­̀ν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν
καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible