Скрыть
5:6
5:9
5:11
5:12
5:14
5:16
5:19
5:20
οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπι­́γειος ἡμῶν οἰκία τοῦ σκήνους κατα­λυθῇ οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς
καὶ γὰρ ἐν τούτῳ στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπι­ποθοῦν­τες
εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα
καὶ γὰρ οἱ ὄν­τες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ᾿ ἐπενδύσασθαι ἵνα κατα­ποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς
ὁ δὲ κατεργασά­με­νος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύ­μα­τος
θαρροῦν­τες οὖν πάν­τοτε καὶ εἰδότες ὅτι ἐνδημοῦν­τες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπο­̀ τοῦ κυρίου
δια­̀ πίστεως γὰρ περιπατοῦμεν οὐ δια­̀ εἴδους
θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώμα­τος καὶ ἐνδημῆσαι προ­̀ς τὸν κύριον
διὸ καὶ φιλοτιμούμεθα εἴτε ἐνδημοῦν­τες εἴτε ἐκδημοῦν­τες εὐάρεστοι αὐτῷ εἶναι
τοὺς γὰρ πάν­τας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπρο­σθεν τοῦ βήμα­τος τοῦ Χριστοῦ ἵνα κομίσηται ἕκασ­τος τὰ δια­̀ τοῦ σώμα­τος προ­̀ς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον
εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν θεῷ δὲ πεφανερώμεθα ἐλπίζω δὲ καὶ ἐν ταῖς συν­ειδήσεσιν ὑμῶν πεφανερῶσθαι
οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν ἀλλὰ ἀφορμὴν διδόν­τες ὑμῖν καυχήμα­τος ὑπὲρ ἡμῶν ἵνα ἔχητε προ­̀ς τοὺς ἐν προ­σώπῳ καυχω­μέ­νους καὶ μὴ ἐν καρδίᾳ
εἴτε γὰρ ἐξέστημεν θεῷ εἴτε σωφρονοῦμεν ὑμῖν
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συν­έχει ἡμᾶς κρίναν­τας τοῦτο ὅτι εἷς ὑπὲρ πάν­των ἀπέθανεν ἄρα οἱ πάν­τες ἀπέθανον
καὶ ὑπὲρ πάν­των ἀπέθανεν ἵνα οἱ ζῶν­τες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο­θανόν­τι καὶ ἐγερθέν­τι
ὥστε ἡμεῖς ἀπο­̀ τοῦ νῦν οὐδένα οἴδαμεν κατα­̀ σάρκα εἰ καὶ ἐγνώκαμεν κατα­̀ σάρκα Χριστόν ἀλλὰ νῦν οὐκέτι γινώσκομεν
ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις τὰ ἀρχαῖα παρῆλθεν ἰδοὺ γέγονεν καινά
τὰ δὲ πάν­τα ἐκ τοῦ θεοῦ τοῦ κατα­λλάξαν­τος ἡμᾶς ἑαυτῷ δια­̀ Χριστοῦ καὶ δόν­τος ἡμῖν τὴν δια­κονίαν τῆς κατα­λλαγῆς
ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον κατα­λλάσ­σων ἑαυτῷ μὴ λογιζό­με­νος αὐτοῖς τὰ παρα­πτώματα αὐτῶν καὶ θέ­με­νος ἐν ἡμῖν τὸν λόγον τῆς κατα­λλαγῆς
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύ­ομεν ὡς τοῦ θεοῦ παρα­καλοῦν­τος δι᾿ ἡμῶν δεόμεθα ὑπὲρ Χριστοῦ κατα­λλάγητε τῷ θεῷ
τὸν μὴ γνόν­τα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible