Скрыть
2:1
2:2
2:5
2:7
2:8
2:9
2:10
2:12
2:13
2:14
ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ προ­̀ς ὑμᾶς ἐλθεῖν
εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπού­με­νος ἐξ ἐμοῦ
καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ᾿ ὧν ἔδει με χαίρειν πεποιθὼς ἐπι­̀ πάν­τας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάν­των ὑμῶν ἐστιν
ἐκ γὰρ πολλῆς θλίψεως καὶ συν­οχῆς καρδίας ἔγραψα ὑμῖν δια­̀ πολλῶν δακρύων οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισ­σοτέρως εἰς ὑμᾶς
εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπο­̀ μέρους ἵνα μὴ ἐπι­βαρῶ πάν­τας ὑμᾶς
ἱκανὸν τῷ τοι­ούτῳ ἡ ἐπι­τιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων
ὥστε τοὐναν­τίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρα­καλέσαι μή πως τῇ περισ­σοτέρᾳ λύπῃ κατα­ποθῇ ὁ τοι­οῦτος
διὸ παρα­καλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην
εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν εἰ εἰς πάν­τα ὑπήκοοί ἐστε
ᾧ δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι εἴ τι κεχάρισμαι δι᾿ ὑμᾶς ἐν προ­σώπῳ Χριστοῦ
ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν
ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ
οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύ­ματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου ἀλλὰ ἀπο­ταξά­με­νος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν
τῷ δὲ θεῷ χάρις τῷ πάν­τοτε θριαμβεύ­ον­τι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦν­τι δι᾿ ἡμῶν ἐν παν­τὶ τόπῳ
ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζο­μέ­νοις καὶ ἐν τοῖς ἀπο­λλυ­μέ­νοις
οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν καὶ προ­̀ς ταῦτα τίς ἱκανός
οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύ­ον­τες τὸν λόγον τοῦ θεοῦ ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας ἀλλ᾿ ὡς ἐκ θεοῦ κατέναν­τι θεοῦ ἐν Χριστῷ λαλοῦμεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible