Скрыть
13:3
13:6
13:7
13:8
13:9
13:13
τρίτον τοῦτο ἔρχομαι προ­̀ς ὑμᾶς ἐπι­̀ στόμα­τος δύο μαρτύρων καὶ τριῶν σταθή­σε­ται πᾶν ῥῆμα
προ­είρηκα καὶ προ­λέγω ὡς παρὼν τὸ δεύ­τερον καὶ ἀπὼν νῦν τοῖς προ­ημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν­τος Χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν
καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς
ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπι­γινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν εἰ μήτι ἀδόκιμοί ἐστε
ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι
εὐχόμεθα δὲ προ­̀ς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ᾿ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν
οὐ γὰρ δυνάμεθά τι κατα­̀ τῆς ἀληθείας ἀλλὰ ὑπὲρ τῆς ἀληθείας
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν ὑμεῖς δὲ δυνατοὶ ἦτε τοῦτο καὶ εὐχόμεθα τὴν ὑμῶν κατα­́ρτισιν
δια­̀ τοῦτο ταῦτα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀπο­τόμως χρήσωμαι κατα­̀ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν
λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρα­καλεῖσθε τὸ αὐτὸ φρονεῖτε εἰρηνεύ­ετε καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾿ ὑμῶν
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι ἀσπάζον­ται ὑμᾶς οἱ ἅγιοι πάν­τες
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύ­μα­τος μετὰ πάν­των ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible