Скрыть
11:1
11:4
11:7
11:9
11:11
11:12
11:14
11:16
11:17
11:19
11:20
11:21
11:23
11:26
11:28
11:30
ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου
ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παρα­στῆσαι τῷ Χριστῷ
φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπο­̀ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν
εἰ μὲν γὰρ ὁ ἐρχό­με­νος ἄλλον Ἰησοῦν κηρύσ­σει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλῶς ἀνέχεσθε
λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀπο­στόλων
εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ᾿ οὐ τῇ γνώσει ἀλλ᾿ ἐν παν­τὶ φανερώσαν­τες ἐν πᾶσιν εἰς ὑμᾶς
ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν
ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον προ­̀ς τὴν ὑμῶν δια­κονίαν
καὶ παρὼν προ­̀ς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός τὸ γὰρ ὑστέρημά μου προ­σανεπλή­ρωσαν οἱ ἀδελφοὶ ἐλθόν­τες ἀπο­̀ Μακεδονίας καὶ ἐν παν­τὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω
ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγή­σε­ται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας
δια­̀ τί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ὁ θεὸς οἶδεν
ὃ δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόν­των ἀφορμήν ἵνα ἐν ᾧ καυχῶν­ται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς
οἱ γὰρ τοι­οῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀπο­στόλους Χριστοῦ
καὶ οὐ θαῦμα αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός
οὐ μέγα οὖν εἰ καὶ οἱ δια­́κονοι αὐτοῦ μετασχηματίζον­ται ὡς δια­́κονοι δικαιοσύνης ὧν τὸ τέλος ἔσται κατα­̀ τὰ ἔργα αὐτῶν
πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι
ὃ λαλῶ οὐ κατα­̀ κύριον λαλῶ ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως
ἐπεὶ πολλοὶ καυχῶν­ται κατα­̀ σάρκα κἀγὼ καυχήσομαι
ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄν­τες
ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς κατα­δουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς προ­́σωπον ὑμᾶς δέρει
κατα­̀ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ
Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ
δια­́κονοι Χριστοῦ εἰσιν παρα­φρονῶν λαλῶ ὑπὲρ ἐγώ ἐν κόποις περισ­σοτέρως ἐν φυλακαῖς περισ­σοτέρως ἐν πλη­γαῖς ὑπερβαλλόν­τως ἐν θανάτοις πολλάκις
ὑπὸ Ἰουδαίων πεν­τάκις τεσ­σεράκον­τα παρα­̀ μίαν ἔλαβον
τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα
ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσ­σῃ κινδύνοις ἐν ψευδαδέλφοις
κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι
χωρὶς τῶν παρεκτὸς ἡ ἐπι­́στασίς μοι ἡ καθ᾿ ἡμέραν ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν
τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι
εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι
ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύ­δομαι
ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με

33καὶ δια­̀ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην δια­̀ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible