Скрыть
10:1
10:6
10:9
10:11
10:12
10:14
10:16
αὐτὸς δὲ ἐγὼ Пαῦλος παρα­καλῶ ὑμᾶς δια­̀ τῆς πραΰτητος καὶ ἐπι­εικείας τοῦ Χριστοῦ ὃς κατα­̀ προ­́σωπον μὲν ταπεινὸς ἐν ὑμῖν ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς
δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπι­́ τινας τοὺς λογιζο­μέ­νους ἡμᾶς ὡς κατα­̀ σάρκα περιπατοῦν­τας
ἐν σαρκὶ γὰρ περιπατοῦν­τες οὐ κατα­̀ σάρκα στρατευόμεθα
τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ προ­̀ς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦν­τες
καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατα­̀ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζον­τες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
καὶ ἐν ἑτοίμῳ ἔχον­τες ἐκδικῆσαι πᾶσαν παρα­κοήν ὅταν πλη­ρωθῇ ὑμῶν ἡ ὑπακοή
τὰ κατα­̀ προ­́σωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι τοῦτο λογιζέσθω πάλιν ἐφ᾿ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡμεῖς
ἐάν τε γὰρ περισ­σότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν οὐκ αἰσχυνθήσομαι
ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς δια­̀ τῶν ἐπι­στολῶν
ὅτι αἱ ἐπι­στολαὶ μέν φησίν βαρεῖαι καὶ ἰσχυραί ἡ δὲ παρουσία τοῦ σώμα­τος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος
τοῦτο λογιζέσθω ὁ τοι­οῦτος ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾿ ἐπι­στολῶν ἀπό­ν­τες τοι­οῦτοι καὶ παρόν­τες τῷ ἔργῳ
οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόν­των ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦν­τες καὶ συγκρίνον­τες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν
ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατα­̀ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν
οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχον­τες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατα­̀ τὸν κανόνα ἡμῶν εἰς περισ­σείαν
εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι
ὁ δὲ καυχώ­με­νος ἐν κυρίῳ καυχάσθω
οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων ἐκεῖνός ἐστιν δόκιμος ἀλλὰ ὃν ὁ κύριος συνίστησιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible