Скрыть
6:2
6:4
6:5
6:10
6:11
6:12
6:14
6:18
6:21
ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται
οἱ δὲ πιστοὺς ἔχον­τες δεσπότας μὴ κατα­φρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀν­τιλαμβανόμενοι ταῦτα δίδασκε καὶ παρα­κάλει
εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προ­σέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ
τετύφωται μηδὲν ἐπι­στά­με­νος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί
δια­παρα­τριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας νομιζόν­των πορισμὸν εἶναι τὴν εὐσέβειαν
ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα
ἔχον­τες δὲ δια­τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα
οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπι­θυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν
ῥίζα γὰρ πάν­των τῶν κακῶν ἐστιν ἡ φιλαργυρία ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπο­̀ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς
σὺ δέ ὦ ἄνθρωπε θεοῦ ταῦτα φεῦγε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πραϋπαθίαν
ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως ἐπι­λαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων
παρα­γγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦν­τος τὰ πάν­τα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαν­τος ἐπι­̀ Пον­τίου Пιλάτου τὴν καλὴν ὁμολογίαν
τηρῆσαί σε τὴν ἐν­τολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπι­φανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης ὁ βασιλεὺς τῶν βασιλευόν­των καὶ κύριος τῶν κυριευόν­των
ὁ μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρο­́σιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν
τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παρα­́γγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπι­̀ πλούτου ἀδηλότητι ἀλλ᾿ ἐπι­̀ θεῷ τῷ παρέχον­τι ἡμῖν πάν­τα πλουσίως εἰς ἀπό­λαυσιν
ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς
ἀπο­θησαυρίζον­τας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον ἵνα ἐπι­λάβων­ται τῆς ὄν­τως ζωῆς
ὦ Τιμόθεε τὴν παρα­θήκην φύλαξον ἐκτρεπό­με­νος τὰς βεβήλους κενοφωνίας καὶ ἀν­τιθέσεις τῆς ψευδωνύμου γνώσεως
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν ἡ χάρις μεθ᾿ ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible