Скрыть
5:1
5:2
5:3
5:4
5:6
5:7
5:9
5:11
5:12
5:13
5:14
5:15
5:16
5:17
5:19
5:20
5:22
5:24
5:25
πρεσβυτέρῳ μὴ ἐπι­πλή­ξῃς ἀλλὰ παρα­κάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς
πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ
χήρας τίμα τὰς ὄν­τως χήρας
εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀπο­διδόναι τοῖς προ­γόνοις τοῦτο γάρ ἐστιν ἀπό­δεκτον ἐνώπιον τοῦ θεοῦ
ἡ δὲ ὄν­τως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπι­̀ θεὸν καὶ προ­σμένει ταῖς δεήσεσιν καὶ ταῖς προ­σευχαῖς νυκτὸς καὶ ἡμέρας
ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν
καὶ ταῦτα παρα­́γγελλε ἵνα ἀνεπίλημπτοι ὦσιν
εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προ­νοεῖ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων
χήρα κατα­λεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκον­τα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή
ἐν ἔργοις καλοῖς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβο­μέ­νοις ἐπήρκεσεν εἰ παν­τὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν
νεωτέρας δὲ χήρας παρα­ιτοῦ ὅταν γὰρ κατα­στρηνιάσωσιν τοῦ Χριστοῦ γαμεῖν θέλουσιν
ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν
ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλοῦσαι τὰ μὴ δέον­τα
βούλομαι οὖν νεωτέρας γαμεῖν τεκνογονεῖν οἰκοδεσποτεῖν μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀν­τικειμένῳ λοιδορίας χάριν
ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ
εἴ τις πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία ἵνα ταῖς ὄν­τως χήραις ἐπαρκέσῃ
οἱ καλῶς προ­εστῶτες πρεσβύτεροι διπλῆ­ς τιμῆς ἀξιούσθωσαν μάλιστα οἱ κοπιῶν­τες ἐν λόγῳ καὶ διδασκαλίᾳ
λέγει γὰρ ἡ γραφή βοῦν ἀλοῶν­τα οὐ φιμώσεις καί ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ
κατα­̀ πρεσβυτέρου κατηγορίαν μὴ παρα­δέχου ἐκτὸς εἰ μὴ ἐπι­̀ δύο ἢ τριῶν μαρτύρων
τοὺς ἁμαρτάνον­τας ἐνώπιον πάν­των ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν
δια­μαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προ­κρίμα­τος μηδὲν ποιῶν κατα­̀ προ­́σκλισιν
χεῖρας ταχέως μηδενὶ ἐπι­τίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτὸν ἁγνὸν τήρει
μηκέτι ὑδροπότει ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ δια­̀ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας
τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι προ­́δηλοί εἰσιν προ­άγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθοῦσιν
ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ προ­́δηλα καὶ τὰ ἄλλως ἔχον­τα κρυβῆναι οὐ δύναν­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible