Скрыть
1:3
1:6
1:7
1:10
1:16
Пαῦλος ἀπό­στολος Χριστοῦ Ἰησοῦ κατ᾿ ἐπι­ταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
καθὼς παρεκάλεσά σε προ­σμεῖναι ἐν Ἐφέσῳ πορευό­με­νος εἰς Μακεδονίαν ἵνα παρα­γγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
μηδὲ προ­σέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράν­τοις αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκο­νο­μίαν θεοῦ τὴν ἐν πίστει
τὸ δὲ τέλος τῆς παρα­γγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συν­ειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου
ὧν τινες ἀστοχήσαν­τες ἐξετράπησαν εἰς ματαιολογίαν
θέλον­τες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦν­τες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων δια­βεβαιοῦν­ται
οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται
εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατρολῴαις καὶ μητρολῴαις ἀνδροφόνοις
πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύ­σταις ἐπι­όρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀν­τίκειται
κατα­̀ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ ὃ ἐπι­στεύ­θην ἐγώ
χάριν ἔχω τῷ ἐνδυναμώσαν­τί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέ­με­νος εἰς δια­κονίαν
τὸ προ­́τερον ὄν­τα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ
ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ
πιστὸς ὁ λόγος καὶ πάσης ἀπο­δοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ
ἀλλὰ δια­̀ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν προ­̀ς ὑποτύπωσιν τῶν μελλόν­των πιστεύ­ειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον
τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
ταύτην τὴν παρα­γγελίαν παρα­τίθεμαί σοι τέκνον Τιμόθεε κατα­̀ τὰς προ­αγούσας ἐπι­̀ σὲ προ­φητείας ἵνα στρατεύ­ῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν
ἔχων πίστιν καὶ ἀγαθὴν συν­είδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν
ὧν ἐστιν‘Yμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible