Скрыть
4:2
4:5
4:10
4:13
4:18
λοιπὸν οὖν ἀδελφοί ἐρωτῶμεν ὑμᾶς καὶ παρα­καλοῦμεν ἐν κυρίῳ Ἰησοῦ ἵνα καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ καθὼς καὶ περιπατεῖτε ἵνα περισ­σεύ­ητε μᾶλλον
οἴδατε γὰρ τίνας παρα­γγελίας ἐδώκαμεν ὑμῖν δια­̀ τοῦ κυρίου Ἰησοῦ
τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ ὁ ἁγιασμὸς ὑμῶν ἀπέχεσθαι ὑμᾶς ἀπο­̀ τῆς πορνείας
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ
μὴ ἐν πάθει ἐπι­θυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν
τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ διότι ἔκδικος κύριος περὶ πάν­των τούτων καθὼς καὶ προ­είπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα
οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπι­̀ ἀκαθαρσίᾳ ἀλλ᾿ ἐν ἁγιασμῷ
τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν καὶ διδόν­τα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς
περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους
καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάν­τας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ παρα­καλοῦμεν δὲ ὑμᾶς ἀδελφοί περισ­σεύ­ειν μᾶλλον
καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσ­σειν τὰ ἴδια­ καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν καθὼς ὑμῖν παρηγγείλαμεν
ἵνα περιπατῆτε εὐσχημόνως προ­̀ς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε
οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί περὶ τῶν κοιμωμένων ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχον­τες ἐλπίδα
εἰ γὰρ πιστεύ­ομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέν­τας δια­̀ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου ὅτι ἡμεῖς οἱ ζῶν­τες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέν­τας
ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύ­σματι ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ κατα­βή­σε­ται ἀπ᾿ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσον­ται πρῶτον
ἔπειτα ἡμεῖς οἱ ζῶν­τες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάν­τησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάν­τοτε σὺν κυρίῳ ἐσόμεθα
ὥστε παρα­καλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible