Скрыть
3:1
3:4
3:5
3:6
3:7
3:8
3:9
3:11
3:12
διὸ μηκέτι στέγον­τες εὐδοκήσαμεν κατα­λειφθῆναι ἐν Ἀθήναις μόνοι
καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ συν­εργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρα­καλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα
καὶ γὰρ ὅτε προ­̀ς ὑμᾶς ἦμεν προ­ελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε
δια­̀ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν
ἄρτι δὲ ἐλθόν­τος Τιμοθέου προ­̀ς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισα­μέ­νου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάν­τοτε ἐπι­ποθοῦν­τες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς
δια­̀ τοῦτο παρεκλήθημεν ἀδελφοί ἐφ᾿ ὑμῖν ἐπι­̀ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν δια­̀ τῆς ὑμῶν πίστεως
ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀν­ταποδοῦναι περὶ ὑμῶν ἐπι­̀ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπρο­σθεν τοῦ θεοῦ ἡμῶν
νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισ­σοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ προ­́σωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν
αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν προ­̀ς ὑμᾶς
ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισ­σεύ­σαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάν­τας καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπρο­σθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάν­των τῶν ἁγίων αὐτοῦ ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible