Скрыть
2:1
2:5
2:6
2:8
2:10
2:11
2:13
2:16
2:17
2:18
αὐτοὶ γὰρ οἴδατε ἀδελφοί τὴν εἴσοδον ἡμῶν τὴν προ­̀ς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν
ἀλλὰ προ­παθόν­τες καὶ ὑβρισθέν­τες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι προ­̀ς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι
ἡ γὰρ παρα­́κλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ
ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν οὐχ ὡς ἀνθρώποις ἀρέσκον­τες ἀλλὰ θεῷ τῷ δοκιμάζον­τι τὰς καρδίας ἡμῶν
οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν καθὼς οἴδατε οὔτε ἐν προ­φάσει πλεονεξίας θεὸς μάρτυς
οὔτε ζητοῦν­τες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπ᾿ ἄλλων
δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπό­στολοι ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα
οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε
μνημονεύ­ετε γάρ ἀδελφοί τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι προ­̀ς τὸ μὴ ἐπι­βαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ
ὑμεῖς μάρτυρες καὶ ὁ θεός ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύ­ουσιν ἐγενήθημεν
καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
παρα­καλοῦν­τες ὑμᾶς καὶ παρα­μυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦν­τος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν
καὶ δια­̀ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδια­λείπτως ὅτι παρα­λαβόν­τες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύ­ουσιν
ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε ἀδελφοί τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
τῶν καὶ τὸν κύριον ἀπο­κτεινάν­των Ἰησοῦν καὶ τοὺς προ­φήτας καὶ ἡμᾶς ἐκδιωξάν­των καὶ θεῷ μὴ ἀρεσκόν­των καὶ πᾶσιν ἀνθρώποις ἐναν­τίων
κωλυόν­των ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν εἰς τὸ ἀναπλη­ρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάν­τοτε ἔφθασεν δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος
ἡμεῖς δέ ἀδελφοί ἀπο­ρφανισθέν­τες ἀφ᾿ ὑμῶν προ­̀ς καιρὸν ὥρας προ­σώπῳ οὐ καρδίᾳ περισ­σοτέρως ἐσπουδάσαμεν τὸ προ­́σωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπι­θυμίᾳ
διότι ἠθελήσαμεν ἐλθεῖν προ­̀ς ὑμᾶς ἐγὼ μὲν Пαῦλος καὶ ἅπαξ καὶ δίς καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς
τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπρο­σθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ
ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible