Скрыть
5:2
5:4
5:8
5:9
5:10
5:12
5:13
ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν
καὶ ὑμεῖς πεφυσιω­μέ­νοι ἐστέ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας
ἐγὼ μὲν γάρ ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύ­ματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ συν­αχθέν­των ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύ­μα­τος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ
παρα­δοῦναι τὸν τοι­οῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου
οὐ καλὸν τὸ καύχημα ὑμῶν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός
ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας
ἔγραψα ὑμῖν ἐν τῇ ἐπι­στολῇ μὴ συν­αναμίγνυσθαι πόρνοις
οὐ πάν­τως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν
νῦν δὲ ἔγραψα ὑμῖν μὴ συν­αναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζό­με­νος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τῷ τοι­ούτῳ μηδὲ συν­εσθίειν
τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε
τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible