Скрыть
4:3
4:8
4:10
4:11
4:13
4:14
4:16
4:17
4:18
οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ
ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ
ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν
ὥστε μὴ προ­̀ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τότε ὁ ἔπαινος γενή­σε­ται ἑκάστῳ ἀπο­̀ τοῦ θεοῦ
ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι᾿ ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατα­̀ τοῦ ἑτέρου
τίς γάρ σε δια­κρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών
ἤδη κεκορεσ­μέ­νοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύ­σατε καὶ ὄφελόν γε ἐβασιλεύ­σατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύ­σωμεν
δοκῶ γάρ ὁ θεὸς ἡμᾶς τοὺς ἀπο­στόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπι­θανατίους ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
ἡμεῖς μωροὶ δια­̀ Χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύ­ομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα
δυσφημούμενοι παρα­καλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάν­των περίψημα ἕως ἄρτι
οὐκ ἐν­τρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾿ οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστῷ Ἰησοῦ δια­̀ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα
παρα­καλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε
δια­̀ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ καθὼς παν­ταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω
ὡς μὴ ἐρχο­μέ­νου δέ μου προ­̀ς ὑμᾶς ἐφυσιώθησάν τινες
ἐλεύ­σομαι δὲ ταχέως προ­̀ς ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν
οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ᾿ ἐν δυνάμει
τί θέλετε ἐν ῥάβδῳ ἔλθω προ­̀ς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύ­ματί τε πραΰτητος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible