Скрыть
κἀγὼ ἐλθὼν προ­̀ς ὑμᾶς ἀδελφοί ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας κατα­γγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ
οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον
κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην προ­̀ς ὑμᾶς
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾿ ἐν ἀπο­δείξει πνεύ­μα­τος καὶ δυνάμεως
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾿ ἐν δυνάμει θεοῦ
σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόν­των τοῦ αἰῶνος τούτου τῶν καταργουμένων
ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀπο­κεκρυμμένην ἣν προ­ώρισεν ὁ θεὸς προ­̀ τῶν αἰώνων εἰς δόξαν ἡμῶν
ἣν οὐδεὶς τῶν ἀρχόν­των τοῦ αἰῶνος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν
ἀλλὰ καθὼς γέγραπται ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπι­̀ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς δια­̀ τοῦ πνεύ­μα­τος τὸ γὰρ πνεῦμα πάν­τα ἐραυνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ
τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέν­τα ἡμῖν
ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾿ ἐν διδακτοῖς πνεύ­μα­τος πνευματικοῖς πνευματικὰ συγκρίνον­τες
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύ­μα­τος τοῦ θεοῦ μωρία γὰρ αὐτῷ ἐστιν καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται
ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάν­τα αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται
τίς γὰρ ἔγνω νοῦν κυρίου ὃς συμβιβάσει αὐτόν ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible