Скрыть
15:6
15:7
15:11
15:14
15:15
15:16
15:18
15:19
15:22
15:29
15:33
15:35
15:37
15:38
15:39
15:40
15:41
15:43
15:46
15:53
γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε
δι᾿ οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπι­στεύ­σατε
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατα­̀ τὰς γραφάς
καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατα­̀ τὰς γραφάς
καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα
ἔπειτα ὤφθη ἐπάνω πεν­τακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείονες ­μέ­νουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν
ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀπο­στόλοις πᾶσιν
ἔσχατον δὲ πάν­των ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀπο­στόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπό­στολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ
χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισ­σότερον αὐτῶν πάν­των ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσ­σομεν καὶ οὕτως ἐπι­στεύ­σατε
εἰ δὲ Χριστὸς κηρύσ­σεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν κενὴ καὶ ἡ πίστις ὑμῶν
εὑρισκόμεθα δὲ καὶ ψευδο­μάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατα­̀ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρον­ται
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρον­ται οὐδὲ Χριστὸς ἐγήγερται
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
ἄρα καὶ οἱ κοιμηθέν­τες ἐν Χριστῷ ἀπώλον­το
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάν­των ἀνθρώπων ἐσμέν
νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων
ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου θάνα­τος καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάν­τες ἀπο­θνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάν­τες ζῳοποιηθήσον­ται
ἕκασ­τος δὲ ἐν τῷ ἰδίῳ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
εἶτα τὸ τέλος ὅταν παρα­διδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν
δεῖ γὰρ αὐτὸν βασιλεύ­ειν ἄχρι οὗ θῇ πάν­τας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
ἔσχα­τος ἐχθρὸς καταργεῖται ὁ θάνα­τος
πάν­τα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάν­τα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαν­τος αὐτῷ τὰ πάν­τα
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάν­τα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγή­σε­ται τῷ ὑποτάξαν­τι αὐτῷ τὰ πάν­τα ἵνα ᾖ ὁ θεὸς τὰ πάν­τα ἐν πᾶσιν
ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρον­ται τί καὶ βαπτίζον­ται ὑπὲρ αὐτῶν
τί καὶ ἡμεῖς κινδυνεύ­ομεν πᾶσαν ὥραν
καθ᾿ ἡμέραν ἀπο­θνῄσκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
εἰ κατα­̀ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρον­ται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀπο­θνῄσκομεν
μὴ πλανᾶσθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν προ­̀ς ἐν­τροπὴν ὑμῖν λαλῶ
ἀλλὰ ἐρεῖ τις πῶς ἐγείρον­ται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχον­ται
ἄφρων σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀπο­θάνῃ
καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν
ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ σὰρξ πτηνῶν ἄλλη δὲ ἰχθύων
καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπι­́γεια ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπι­γείων
ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος δια­φέρει ἐν δόξῃ
οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ
σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει
σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν εἰ ἔστιν σῶμα ψυχικόν ἔστιν καὶ πνευματικόν
οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχα­τος Ἀδὰμ εἰς πνεῦμα ζῳοποι­οῦν
ἀλλ᾿ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύ­τερος ἄνθρωπος ἐξ οὐρανοῦ
οἷος ὁ χοϊκός τοι­οῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοι­οῦτοι καὶ οἱ ἐπουράνιοι
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρο­νο­μῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρο­νο­μεῖ
ἰδοὺ μυστήριον ὑμῖν λέγω πάν­τες οὐ κοιμηθησόμεθα πάν­τες δὲ ἀλλαγησόμεθα
ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσον­ται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενή­σε­ται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνα­τος εἰς νῖκος
ποῦ σου θάνατε τὸ νῖκος ποῦ σου θάνατε τὸ κέν­τρον
τὸ δὲ κέν­τρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος
τῷ δὲ θεῷ χάρις τῷ διδόν­τι ἡμῖν τὸ νῖκος δια­̀ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισ­σεύ­ον­τες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάν­τοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible