Скрыть
14:2
14:3
14:4
14:5
14:6
14:7
14:8
14:9
14:10
14:11
14:12
14:13
14:14
14:16
14:17
14:18
14:19
14:22
14:23
14:24
14:27
14:28
14:29
14:30
14:31
14:32
14:35
14:36
14:37
14:38
14:39
14:40
διώκετε τὴν ἀγάπην ζηλοῦτε δὲ τὰ πνευματικά μᾶλλον δὲ ἵνα προ­φητεύ­ητε
ὁ γὰρ λαλῶν γλώσ­σῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ οὐδεὶς γὰρ ἀκούει πνεύ­ματι δὲ λαλεῖ μυστήρια
ὁ δὲ προ­φητεύ­ων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παρα­́κλησιν καὶ παρα­μυθίαν
ὁ λαλῶν γλώσ­σῃ ἑαυτὸν οἰκοδομεῖ ὁ δὲ προ­φητεύ­ων ἐκκλησίαν οἰκοδομεῖ
θέλω δὲ πάν­τας ὑμᾶς λαλεῖν γλώσ­σαις μᾶλλον δὲ ἵνα προ­φητεύ­ητε μείζων δὲ ὁ προ­φητεύ­ων ἢ ὁ λαλῶν γλώσ­σαις ἐκτὸς εἰ μὴ διερμηνεύ­ῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ
νῦν δέ ἀδελφοί ἐὰν ἔλθω προ­̀ς ὑμᾶς γλώσ­σαις λαλῶν τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀπο­καλύψει ἢ ἐν γνώσει ἢ ἐν προ­φητείᾳ ἢ ἐν διδαχῇ
ὅμως τὰ ἄψυχα φωνὴν διδόν­τα εἴτε αὐλὸς εἴτε κιθάρα ἐὰν δια­στολὴν τοῖς φθόγγοις μὴ δῷ πῶς γνωσθή­σε­ται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ τίς παρα­σκευά­σε­ται εἰς πόλεμον
οὕτως καὶ ὑμεῖς δια­̀ τῆς γλώσ­σης ἐὰν μὴ εὔσημον λόγον δῶτε πῶς γνωσθή­σε­ται τὸ λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦν­τες
τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνον
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ἔσομαι τῷ λαλοῦν­τι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος
οὕτως καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων προ­̀ς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισ­σεύ­ητε
διὸ ὁ λαλῶν γλώσ­σῃ προ­σευχέσθω ἵνα διερμηνεύ­ῃ
ἐὰν γὰρ προ­σεύ­χωμαι γλώσ­σῃ τὸ πνεῦμά μου προ­σεύ­χεται ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν
τί οὖν ἐστιν προ­σεύξομαι τῷ πνεύ­ματι προ­σεύξομαι δὲ καὶ τῷ νοΐ ψαλῶ τῷ πνεύ­ματι ψαλῶ δὲ καὶ τῷ νοΐ
ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύ­ματι ὁ ἀναπλη­ρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν ἐπι­̀ τῇ σῇ εὐχαριστίᾳ ἐπειδὴ τί λέγεις οὐκ οἶδεν
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται
εὐχαριστῶ τῷ θεῷ πάν­των ὑμῶν μᾶλλον γλώσ­σαις λαλῶ
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέν­τε λόγους τῷ νοΐ μου λαλῆσαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσ­σῃ
ἀδελφοί μὴ παιδία γίνεσθε ταῖς φρεσίν ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε
ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσ­σοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ᾿ οὕτως εἰσακούσον­ταί μου λέγει κύριος
ὥστε αἱ γλῶσ­σαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύ­ουσιν ἀλλὰ τοῖς ἀπίστοις ἡ δὲ προ­φητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύ­ουσιν
ἐὰν οὖν συν­έλθῃ ἡ ἐκκλησία ὅλη ἐπι­̀ τὸ αὐτὸ καὶ πάν­τες λαλῶσιν γλώσ­σαις εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι οὐκ ἐροῦσιν ὅτι μαίνεσθε
ἐὰν δὲ πάν­τες προ­φητεύ­ωσιν εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπὸ πάν­των ἀνακρίνεται ὑπὸ πάν­των
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπι­̀ προ­́σωπον προ­σκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι ὄν­τως ὁ θεὸς ἐν ὑμῖν ἐστιν
τί οὖν ἐστιν ἀδελφοί ὅταν συν­έρχησθε ἕκασ­τος ψαλμὸν ἔχει διδαχὴν ἔχει ἀπο­κάλυψιν ἔχει γλῶσ­σαν ἔχει ἑρμηνείαν ἔχει πάν­τα προ­̀ς οἰκοδομὴν γινέσθω
εἴτε γλώσ­σῃ τις λαλεῖ κατα­̀ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος καὶ εἷς διερμηνευέτω
ἐὰν δὲ μὴ ᾖ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ
προ­φῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι δια­κρινέτωσαν
ἐὰν δὲ ἄλλῳ ἀπο­καλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω
δύνασθε γὰρ καθ᾿ ἕνα πάν­τες προ­φητεύ­ειν ἵνα πάν­τες μανθάνωσιν καὶ πάν­τες παρα­καλῶν­ται
καὶ πνεύ­ματα προ­φητῶν προ­φήταις ὑποτάσ­σεται
οὐ γάρ ἐστιν ἀκατα­στασίας ὁ θεὸς ἀλλὰ εἰρήνης ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων
αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπι­τρέπεται αὐταῖς λαλεῖν ἀλλὰ ὑποτασ­σέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει
εἰ δέ τι μαθεῖν θέλουσιν ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ
ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν ἢ εἰς ὑμᾶς μόνους κατήν­τησεν
εἴ τις δοκεῖ προ­φήτης εἶναι ἢ πνευματικός ἐπι­γινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐν­τολή
εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται
ὥστε ἀδελφοί μου ζηλοῦτε τὸ προ­φητεύ­ειν καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσ­σαις
πάν­τα δὲ εὐσχημόνως καὶ κατα­̀ τάξιν γινέσθω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible