Скрыть
13:1
13:6
13:8
13:10
13:11
13:13
ἐὰν ταῖς γλώσ­σαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον
καὶ ἐὰν ἔχω προ­φητείαν καὶ εἰδῶ τὰ μυστήρια πάν­τα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι
κἂν ψωμίσω πάν­τα τὰ ὑπάρχον­τά μου καὶ ἐὰν παρα­δῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι
ἡ ἀγάπη μακροθυμεῖ χρηστεύ­εται ἡ ἀγάπη οὐ ζηλοῖ ἡ ἀγάπη οὐ περπερεύ­εται οὐ φυσιοῦται
οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται οὐ λογίζεται τὸ κακόν
οὐ χαίρει ἐπι­̀ τῇ ἀδικίᾳ συγχαίρει δὲ τῇ ἀληθείᾳ
πάν­τα στέγει πάν­τα πιστεύ­ει πάν­τα ἐλπίζει πάν­τα ὑπομένει
ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προ­φητεῖαι καταργηθήσον­ται εἴτε γλῶσ­σαι παύσον­ται εἴτε γνῶσις καταργηθή­σε­ται
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προ­φητεύ­ομεν
ὅταν δὲ ἔλθῃ τὸ τέλειον τὸ ἐκ μέρους καταργηθή­σε­ται
ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ τοῦ νηπίου
βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ προ­́σωπον προ­̀ς προ­́σωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπι­γνώσομαι καθὼς καὶ ἐπεγνώσθην
νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταῦτα μείζων δὲ τούτων ἡ ἀγάπη
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible