Скрыть
12:1
12:5
12:6
12:8
12:11
12:14
12:15
12:16
12:17
12:18
12:19
12:20
12:21
12:22
12:23
12:24
12:25
12:26
12:29
12:30
12:31
περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν
οἴδατε ὅτι ὅτε ἔθνη ἦτε προ­̀ς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύ­ματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦς καὶ οὐδεὶς δύναται εἰπεῖν κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύ­ματι ἁγίῳ
δια­ιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα
καὶ δια­ιρέσεις δια­κονιῶν εἰσιν καὶ ὁ αὐτὸς κύριος
καὶ δια­ιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτὸς θεός ὁ ἐνεργῶν τὰ πάν­τα ἐν πᾶσιν
ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύ­μα­τος προ­̀ς τὸ συμφέρον
ᾧ μὲν γὰρ δια­̀ τοῦ πνεύ­μα­τος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατα­̀ τὸ αὐτὸ πνεῦμα
ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύ­ματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύ­ματι
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προ­φητεία ἄλλῳ δὲ δια­κρίσεις πνευμάτων ἑτέρῳ γένη γλωσ­σῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσ­σῶν
πάν­τα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα δια­ιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάν­τα δὲ τὰ μέλη τοῦ σώμα­τος πολλὰ ὄν­τα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ Χριστός
καὶ γὰρ ἐν ἑνὶ πνεύ­ματι ἡμεῖς πάν­τες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύ­θεροι καὶ πάν­τες ἓν πνεῦμα ἐποτίσθημεν
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά
ἐὰν εἴπῃ ὁ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώμα­τος οὐ παρα­̀ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώμα­τος
καὶ ἐὰν εἴπῃ τὸ οὖς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώμα­τος οὐ παρα­̀ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώμα­τος
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἡ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ἡ ὄσφρησις
νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν
εἰ δὲ ἦν τὰ πάν­τα ἓν μέλος ποῦ τὸ σῶμα
νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα
οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν χρείαν ὑμῶν οὐκ ἔχω
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦν­τα μέλη τοῦ σώμα­τος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν
καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώμα­τος τούτοις τιμὴν περισ­σοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισ­σοτέραν ἔχει
τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλὰ ὁ θεὸς συν­εκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισ­σοτέραν δοὺς τιμήν
ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη
καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάν­τα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάν­τα τὰ μέλη
ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀπο­στόλους δεύ­τερον προ­φήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀν­τιλήμψεις κυβερνήσεις γένη γλωσ­σῶν
μὴ πάν­τες ἀπό­στολοι μὴ πάν­τες προ­φῆται μὴ πάν­τες διδάσκαλοι μὴ πάν­τες δυνάμεις
μὴ πάν­τες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάν­τες γλώσ­σαις λαλοῦσιν μὴ πάν­τες διερμηνεύ­ουσιν
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible