Источник

V. Μιχαὴλ Ἀκομινάτου τοῦ Χωνιάτου, μητροπολίτου Ἀϑηνῶν, ἐπιστολαὶ πρὸς Εὐϑύμιον τὸν Τορνίκην καὶ πρὸς Ἰωάννην Ἀποκαῦκον, μητροπολίτην Ναυπάκτου1049

1. 1050 Τῷ Τορνίκιῃ κῦρι Eὐϑυμίῳ

+ Ἐψυχαγώγημαι καὶ αὖϑις, σοφὴ καὶ φίλη μοι κεφαλή, τῷ σῷ σεμνῷ γράμματι καὶ οὗπερ ὁ παραβολικὸς πλούσιος1051 δεηϑεὶς οὐδὲ ἅπαξ τετύχηκε, τούτου ὁ πλουτιστεὶς ἐν κακοῖς ἐγὼ καὶ φλεγόμενος ἐν βασανιστηρίῳ πυρὶ ἀπολαύω κατ’ ἐνδελέχειαν· καταψύχεις γάρ με ὅλον, οὐ γλῶτταν μόνην οὐδ’ ἄκρῳ δακτύλῳ1052, ἀλλ’ ἀμφοτέραις χερσὶν ἐπαντλῶν δι’ ὧν ἐγχαράττεις μοι ψυχαγωγῶ γράμματα ὡς ἄλλην δρόσον Ἀερμὼν1053 ἢ πνεῆμα δροσῶδες ἢ ζωογόνον καὶ ϑεῖον ἐμφύσημα. οὕτως ὅλως εἶ εὐϑυμίᾳ φερώνυμος καὶ ὅπερ ἐκλήϑης, οὐ παύῃ κατὰ καιρόν μοι γινόμενος καὶ ταῦτα τοσῷδε διειργόμενος τοῦ μεταξὺ πέλαγους χάσματι, ὅπερ κἂν Ἀβραὰμ προὐβάλετο εἰς παραίτησιν· ἀλλὰ σοί γε οὔτε τὸ τῆς ἀντιπορϑμεύσεως οὐ περατὸν οὔτε τὸ τίνειν με δικαίως δίκην τῆς προτέρας ῥᾳστώνης ἀντίζυγον ἐπῆλϑε σκέψασϑαι, ὥστε μὴ οὐ διαπέμπειν ὀδυνωμένῳ τὸ δυνατὸν ψυχαγώγημα. οὐκοῦν αὐτόϑεν τὴν ἀντιμισϑίαν ἀντιλαμβάνεις τῆς περὶ ἡμᾶς ἡμερότητος· κἂν γὰρ ἡμεῖς μὴ τολμῶμεν ἐπάγειν διὰ τὴν τοῦ πατριάρχου μεγαλειότητα, ὅμως ὣσπερ τι γεωμετρικὸν πόρισμα συναγόμενον ἀναφαίνεται1054 τὸ ἀποδεικνύεσϑαί σε δηλαδὴ τοῦ ἐν παραβολαῖς Ἀβραὰμ συμπαϑέστερόν τι περὶ ἡμᾶς ἤπερ ἐκεῖνος περὶ τὸν βασανιζόμενον πλούσιον. ναὶ καὶ μὴ λήγοις οὕτω ψυχαγωγῶν· ὤφελες μέντοι καὶ ἄκουσμά τι εὐκταῖον παραμιγνύναι τοῖς γράμμασιν ὡς ἄλλο νηπενϑὲς ἔπᾳσμα, ἀλλ’ ἔρικας μηδὲν ὑγιὲς πυνϑάνεσϑαι μήτε μὴν ἔτι τὰ χρησμολόγα |1055| ἰαμβεῖα σεβάζεσϑαι ὣσπερ τινὰ λόγια, ἐρρῶσϑαι δὲ μᾶλλον ἐᾶσαι ὡς ἀτεχνῶς ὄντα κατὰ τὸν Σταγειρίτην1056 τερετίσματα καὶ παρὰ τοῦτο διαπιστεῖν τοῖς ϑρυλουμένοις διὰ κενῆς, μόνοις δὲ ἕπεσϑαι τοῦ λοιποῦ τοῖς παρὰ τῆς ἀνωτάτω προνοίας πρυτανευομένοις κατὰ τὸν λέγοντα1057 πρὸς ϑεὸν· «οὐκ ἐκοπίασα κατακολουϑῶν σοι». πλὴν ἔμοι γε ἀπόχρη καὶ προσήγορον μόνον σὸν γράμμα ἐγχειριζόμενον, ὅπερ καὶ μήπω λυϑέν τοῦ δεσμοῦ καὶ ἀναπτυχϑὲν ἡδονῆς ἐμπίπλησι τοὐπίκλην τὸ σὸν ὡς εὐϑυμοποιὸν φάρμακον προϊσχόμενον +.

2. Τῷ αὐτῷ

+ Ἀγαϑὰ πολλὰ γένοιτο τἀνδρὶ τουτῳΐ, οἷς παρὰ σου πρὸς ἡμᾶς καὶ πρός σε παρ’ ἡμῶν κεκόμικε γράμματα τὰς ἀντιφώνους προσρήσεις μεταφέρων πολλῷ τῆς ἠχοῦς ἐναργέστερον καὶ τελεώτερον· ἐκείνη μὲν γὰρ ἄκροις καὶ φειδωλοῖς φωνήμασι τὰς προσλαλιὰς ἀντιδίδωσιν, οὑτοσὶ δὲ παντελεῖς καὶ ὁλοφώνους ἀντικομίζει τὰς προσηγόρους ἐπιστολάς εἰ δὲ καὶ νῦν αὖϑις ἑτέρας ὑπάρξει ἀντιστρόφου γραμμάτων κομιδῆς, πάλιν καὶ αὐτὸς μισϑὸν τῆς εὐχῆς ἀντικομίσεται καὶ μᾶλλον, εἰ ἀδελφὴν τῆς προτέρας ἐπιστολῆς ἐπανήξει μοι φέρων ἰσομήκη τε καὶ τὸν αὐτὸν πολυτελῆ περικειμένην κόσμον καὶ ὡς ἄλλην παρὰ τῷ Δαυὶδ1058 ϑυγατέρα βασιλέως πᾶσαν τὴν δόξαν οὐκ ὅπως ἔσωϑεν περιβεβλημένην, ἔν τε δηλαδὴ σεμνώμασιν ἐννοιῶν καὶ πυκνώσεσιν ἐνϑυμημάτων καὶ μεϑόδων δεινότησιν, ἀλλὰ καὶ ἔξω χρυσέοις ϑυσάνοις1059 τῆς διαλεκτικῆς παρηρτημένην καὶ ποικιλλομένην εἰς κάλλος ἀμήχανον ἑκατέρωϑβν. ἀλλὰ τοῦτο μὲν οὐδὲ ἀμφιβάλλειν τὴν ἀρχὴν ἐχρὴν· εἰ γὰρ τοῦ αὐτοῦ ἐκείνου πατρὸς ἐκφυήσεται, εὔδηλον ὡς καὶ χάρισιν ἀδελφαῖς ὡραΐσεται· οὐ γὰρ ἐξ αἱμάτων ταύταις ἡ γένεσίς, οὐδὲ φύσις ἡ πλάττουσα, ἵνα τὸ ἄτακτον τῆς ὕλης βιάζηται παραφϑείρειν τῆς μορφῆς τὴν εὐγένειαν, ἀλλ’ ἐκ νοερῶν ὠδίνων ὁ τοκετὸς καὶ καϑ’ ἕξιν τεχνικὴν ἀκίνητον ἐκλοχεύονται. ἐκεῖνο δὲ μᾶλλον εὐχῆς ἄξιον, ἵνα μὴ πανείκελος οὖσα τῇ ἀδελφῇ τὰ αὐτὰ καὶ αὐτὴ μονῳδῇ καὶ γοερὸν ᾄδῃ καὶ καϑἐλκῃ πρὸς δάχρυα, ἀλλ’ ἄλλον κόσμον ἀείδουσα1060 μεταβῇ πρὸς τὸ καὶ τι καϑ’ ἡδονὴν ἡμῖν ἀρμόσασϑαι· εἰ γὰρ καὶ τὰ δυσχερῆ τοῦ καιροῦ καὶ ὁ τοῦ καϑ’ ἡμᾶς βίου πλημμελὴς δῖνος οὐδὲν ὑπαγορεύει σοι πρὸς διήγησιν χάριεν, ὅμως οἶδεν ὁ κρατὴρ τῆς σῆς σοφίας πολλῷ ἄμεινον τοῦ τῆς Ἑλένης μεταβαλεῖν τὸν πεπωκὸτα1061 φαρμάκοις ἀρρήτοις ἐπὶ σχῆμα νηπενϑὲς καὶ κακῶν ἁπάντων ἐπίληϑες1062. εἰ δὲ καὶ τῇ βρυωνίᾳ ἀμπέλῳ1063 τοιοῦτόν τι πρὸς τῆς φῦσεως ὁ λόγος κεχάρισται, πολλῷ μᾶλλόν σοι τῇ κατὰ Χριστὸν ἀληϑινῇ καὶ καρποφόρῳ ἀμπέλῳ1064 καὶ πολλῷ βρυουσῃ καρπῷ πρὸς ϑεοῦ δεδώρηται. ἀπόϑλιψον τοίνυν ἡμῖν τοῖς ἐν λύπαις οἶνον Σολομῶντι πειϑόμενος καὶ στρέψον εἰς χαρὰν τὸν κοπετὸν ἡμῶν καὶ ψυχὴν ὀδυνωμένην παρακάλεσον ὡς ἐκ γειτόνων ἡμῖν ἔτι παροικεῖς καὶ οὐδέπω πορρωτέρω ἐκτετόπισαι· ὅπερ καιρός, οἶμαι, ὑποστῦναί σε δεδρακότα μᾶλλον ἢ πεπονϑότα· ἰδοὺ γὰρ ὁ βασιλεὺς ὁ Λάσκαρις ἀπέσταλκε διὰ τοῦ πανευγενεστάτου Στειριώνου1065 1066 ὁρισμὸν πρὸς ἡμᾶς μετακαλούμενον πρὸς ἑαυτὸν καὶ τιμὴν ἐπαγγελόμενος καὶ ἀνάπαυσιν. κἀγὼ μὲν ἤδη παρητῃσάμην ἀνελϑεῖν, |1067| φύσει μὲν ὢν ἀεὶ μισαπόδημος καὶ νωϑής, νῦν δὲ καὶ μᾶλλον ναρκώδης ἅτε ἀποκλίνων ἤδη ἐς τὸ πρεσβυτικὸν καὶ πρός γε ἀποκναίσας τοῖς περιστατικοῖς καὶ βαρὺς γεγονὼς καὶ ψυχὴν καὶ σῶμα, ἅτε παρ’ οὐδεμιᾶς χρηστοτέρας ἐλπίδος ὑπανεχόμενος, ἀγαπῶν δὲ μόνον, εἰ παραχωρηϑείην δεῦρο ἐρημάζων ἐκμετρῆσαι τοῦ πολυαμαρτήτου βίου μοι τὸ λειπόμενον, σοὶ δὲ τῷ στερρῷ καὶ γενναίῳ τὰ πάντα οὐδέν τι ἐργῶδες προσελϑεῖν τῷ καλοῦντι καὶ εἴσω γενέσϑαι λιμένος τῶν τῆς φυγῆς ναυαγίων ἀπαλλαγέντι. τί οὖν λοιπόν ἐστι; σὲ μὲν συντακτήρια γράμματα πέμψαι, ἡμᾶς δὲ προπεμπτήρια1068 1069, τίς δὲ οἶδεν, εἰ μὴ καὶ Πύϑια κατὰ τὴν παροιμίαν καὶ Δήλια +.

3. 1070 Tῷ Tορνίκῃ κῦρι Εὐϑυμίῳ

+ Γράμμα μοι ἐγκεχείρισται, πανεντιμότατε καὶ λογιώτατε δέσποτα, οὐκ ἐπιγεγραμμένον ἔξωϑεν τὸ τοῦ ἀπεσταλκότος ὄνομα, ἐντὸς δὲ τὴν αἰτίαν τῆς ἀνωνυμίας ὑπογρύζον οἷς παρελάλει πολλὴν ἑαυτοῦ δουλοπρέπειαν καὶ φόβον μέγαν καὶ κοινὸν ἀπείργοντα ἐλευϑεροστομῆσαι, ὅσα καὶ βούλεται. τοῦτο ἐπελϑὼν οὐ τὸν τυχόντα ὑπέστην ἀγῶνα ζητῶν εὑρηκέναι τὸν γεγραφότα· ὅτε μὲν γὰρ τὸ ἐπίχαρι τῶν νοημάτων καὶ τὴν ἁβρότητα τῶν ὀνομάτων κατεϑεώμην, τὸν χαρακτῆρα τῆς σῆς λογιότητος ἀνέφερον, ἄλλως τε οἷς καὶ πρόσρησιν πρὸς ἡμᾶς περιεῖχεν ἐνίων συνήϑων ἐν τῇ κατ’ Εὔβοιαν Χαλκίδι διατριβόντων. καὶ τὸ ἔτι πλέον ἀπάντων πεῖϑόν με σὸν εἶναι τὸ ἐπιστόλιον ἐμέμνητο καὶ τῶν καϑωμιλημένων οὐκ ὀ|1071|λίγοις χρησμῳδημάτῶν, ἐμοὶ δὲ δοκούντων παραληρημάτων καὶ μετέωρος χρηστοτέραις διὰ τούτων ἐλπίσιν ἔλεγε φέρεσϑαι, ὅστις ποτ’ ἦν ὁ ταῦτα ἐπεσταλκός, οποίας ἐλπίδας ἐγὼ παρὰ τῶν παλαιῶν ἐκδεξάμενος ἐγρηγορότων ὀνομάζω ἐνύπνια, καίτοι εὐξαίμην εἴπερ τις ἀληϑῆ ἀποβῆναι, ὅσα χρησμολογοῦνται εἰς ἀγαϑὸν τῷ καϑ’ ἡμᾶς πολιτεύματι, ἀλλ’ οὐ παρὰ τοῦτο εἴποιμ’ ἂν προφητικῆς ἐπιπνοίας ἀποϑεσπίσματα τὰ Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμούμενα φοιβάσματα. οὔτε μὴν ἀληϑείας ὀνομάσω σοφοὺς ἐξηγητὰς τοὺς ὀνειροκριτικῶς καταμαντευομένους αὐτῶν χρησμολύτας καὶ πρὸς ὃ βούλονται στρεβλοῦντας βιαιότερον καὶ οὐ λίϑον ποτὶ σπάρταν φασίν, ἀλλὰ σπάρταν ποτὶ λίϑον1072 ἕλκοντας, ὅτι μηδὲ τὸ πνεῦμα τοῦ Πύϑωνος1073 οἱ περὶ τὸν μέγαν Παῦλον εἴασαν κηρύττειν αὐτοὺς δούλους τοῦ ϑεοῦ τοῦ ὑψίστου καὶ σωτηρίας ὁδὸν καταγγέλλοντας, ἀλλὰ σιγὴν αὐτῶν κατεψηφίσαντο. ἃ μὲν οὖν ἐπήγετό με πιστεύειν σὸν εἶναι τὸ γράμμα, ταῦτά εἰσιν· ἡνίκα δὲ πάλιν ἀνελογιζόμην τὴν τοσήνδε δειλίαν καὶ ὅπως ἑαυτὸν ἐπικρυπτόμενος ἀνωνυμίᾳ οὐ τεϑάρρηκε τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ὁ τοῦ γράμματος πατήρ, «ἄρα», ὑπεφώνουν κατ’ ἐμαυτόν, «τοῦ γενναίου καὶ ἀκαταπλήκτου Εὐϑυμίου τὸ ἐπίστόλιόν ἐστι καὶ τί παϑὼν ὁ ἐπὶ παρρησίᾳ ὀνομαστὸς αἴφνης οὕτως ὑπὸ δειλίας νώνυμος γέγονεν; οὐχ οὗτος ὑπὲρ ἐκκλησιαστικῶν καὶ πατρίων ϑεσμῶν μὴ ὅτι γε ὁμοφύλους πατριάρχας καὶ βασιλεῖς ὑπέστη μεγαλοφρόνως, ἀλλὰ καὶ ἀλλογενέσιν ὁμόσε χωρῆσαι πρός με πολλάκις ἀπισχυρίσατο; καὶ νῦν πῶς τὴν πρὸς ἡμᾶς διαπόντιον πρόσρησιν πέφρικε; μῶν εὐλαβεῖται μὴ καὶ γράψαιτό τις αὐτὸν Ἀϑηναϊσμοῦ, ὡς ἐνιοι τῶν πάλαι τινάς Μηδισμοῦ1074 1075 ἢ Φιλιππισμοῦ»1076; τοιοῦτοί μοι λογισμοὶ ἀνϑεῖλκον ἑτέρωϑεν καὶ πείϑειν ἐπειρῶντο, μὴ ἂν τὸν γεννάδαν Εὐϑύμιον ἀνασχέσϑαι ὑπ’ ἀνωνυμίας κρύπτεσϑαι κατὰ τοὺς δειλοὺς τῶν ὁπλιτῶν, οἳ ὑπαναχωροῦντες ἐκ τῶν προμαχούντων ἐς τὴν ξύγκλυδα πληϑὺν καταδύοντες λανϑάνουσιν. ὅμως πεφυκὼς ἀεὶ πρὸς τὸ ἐπιεικέστερον ῥέπειν καὶ συγγνωμονικὸν μᾶλλον ἢ ἀκριβοδίκαιον ἀνϑυπεφερον αὖϑις, ὡς οὐδὲν καινόν, εἰ καὶ ὁ ἁπτόμενος οὗτος ἀνὴρ εὐλαβεῖται νῦν καὶ ὑποπτήσσει τὴν βαρβαρικὴν ὠμότητα, ὁπότε πᾶσιν ἡμῖν πνεῦμα δειλίας1077, γραφικῶς εἰπεῖν, ἐπιπέπτωκεν. εἶτα καὶ τῶν μακαρίων ἐκείνων ἀνδρῶν ἀπεμνημόνευον, τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ, τοῦ Δαυίδ, τοῦ Ἠλία, τοῦ σκεύους τῆς ἐκλογῆς1078, ὧν οἱ μὲν ἀδελφὰς τὰς γυναῖκας ἑαυτῶν ὠνόμαζον, δεδιότες μὴ καὶ αὐτὰς ἀφαιρεϑῶσι καὶ προσαπόλωνται. ὁ Θεσβίτης δὲ οὕτως ὑπὸ δέους κατέπτηχε, μόνον οὐ κρυσταλλωϑείς, καίπερ πυρίπνους ὢν καὶ πῦρ ἐξ οὐρανοῦ κατάγων1079 καὶ φλόγεον ἅρμα ἐλαύνων1080 εὐϑὺ τοῦ οὐρανοῦ, ὥστε φεύγων γυναικαρίου ἀπειλὴν τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀπέϑρεξεν1081. «οὔκουν ϑαυμαστόν», ἔφην, «εἰ καὶ ὁ σοφὸς Εὐϑύμιος, ὡς ἔν τινι σπηλαίῳ τῇ κατ’ Εὔβοιαν Χαλκίδι συγκαϑειργμένος πολλοῖς, οὐκ ἑνὶ ἀνϑρωποφάγῳ Κύκλωπι, τὸν πολύτροπον καὶ πολύφρονα μεμίμηται ἥρωα, καὶ ὡς ἐκεῖνος ὑπὸ τὸν Οὔτιν τὸν Ὀδυσσέα ἔκρυψεν1082, οὕτω καὶ οὗτος ὑπὸ τὸν ἀνώνυμον τὸν Εὐϑύμιον ταὐτὸν γὰρ δύναται τὸ τε Οὔτις καὶ τὸ ἀνώνυμον καὶ ἀγαϑὸν ἑκάτερον πρόβλημα εἰς ἀνϑρωποφάγων ὀδόντων ἀπόφευξιν. ὡς εἴϑε καὶ τὰ ἑξῆς τοῦ Λαερτιάδου μηχανήματα ἠδυνήϑη μιμήσασϑαι ἐπὶ σωτηρίᾳ πολλῶν, ναὶ μέντοι καὶ ἑαυτοῦ προκειμένων εἰς ϑείνην ἀτεχνῶς |1083| Κυκλώπειου. οὕτως ἐγὼ τοὺς ἑκατέρωϑεν λογισμοὺς ταλαντεύσας καὶ διακωδωνίσας ἀπεφηνάμην οὐκ ἄλλου εἶναι, ἀλλὰ σοῦ αὐτοῦ τὴν ἐπιστολήν, καὶ εἰ μὲν εὐεπηβόλως τῷ ἀμφιβόλῳ διῄτησα, σὸν οὐκ ἐμὸν τὸ κατόρϑωμα· σὺ γὰρ καὶ πατὴρ ἀγαϑὸς λόγων καὶ γραφεὺς δεζιός, ἀμέλει καὶ γεννᾷς τέκνα σοφίας πατρῷζοντα καὶ οἷα καταμηνύειν τὸν γεγεννηκότα καὶ μόνον βλεπόμενα· καὶ γράφεις δὲ παντοδαπῶν λόγων ἀγάλματα οὕτως ἀκριβῶς, ὡς μὴ δεῖσϑαι ἐπιγραμμάτων, ἀλλ’ αὐτόϑεν ἐπιγινώσκεσϑαι πρὸς τίνα ἀρχέτυπα ἐξειργάσϑησαν. οὕτω καὶ τοῖς παλαιοῖς ἐνομίζετο ζωγράφοις ἀρίστοις, ὡς τὸ γ’ ἐπιγράφειν τεκμήριου ἦν τοῦ μὴ ἀκριβοῦσϑαι τὰ γεγραμμένα. εἰ δὲ τάληϑοῦς διήμαρτον καὶ σοι ὀϑνεῖον εἰσεποίησα γέννημα, τάχ’ ἂν ὁ τὰ πάντα μέτριος καὶ φιλάνϑρωπος αἰτιάσαιο δυοῖν ϑάτερον ἢ τὸ παρὰ τῆς κοινῆς συγχύσεως ἐπισκοτεῖσϑαί μοι τὸ τῆς διανοίας ὄμμα καὶ παρὰ τοῦτο μὴ οἷόν τε (εἶναι)1084 εἰδέναι τὸ τε γνήσιον καὶ ἀλλότριον (αἱ ταραχαὶ γὰρ φησι παρέπλαγξαν καὶ τὸν σοφόν, πολλῷ γε μᾶλλον τὸν κατ’ ἐμέ), ἢ τὸ οἴεσϑαι φιλεῖσϑαι παρὰ σοῦ μόνου σφόδρα καὶ ἀληϑῶς καὶ σοι μόνῳ μέλλειν ἡμῶν καὶ ἀξιοῦν προσρήσεως. ἀλλὰ τὰ μὲν περὶ τούτου ἀπόχρη, προσέιρήσϑω δὲ παρ’ ἡμῶν ὁ περὶ σὲ φίλιος καὶ λόγιος ὅμιλος, πρὸς δὲ καὶ ὁ ἄριστος ἀρχιητρός1085, ὃν ἐπὶ βραχὺ γνωρίσας καὶ τῆς φιλολογίας ϑαυμάσας, εἶτα παραχρῆμα διαστὰς ἠνιάϑην καὶ νῦν δὲ ἀνιῶμαι τῆς ἀναγνώσεως τῶν Γαληνείων στερούμενος· διεκομίσϑη γὰρ ἀλλὰ τε βιβλία τοῦ ϑαυμαστοῦ Γαληνοῦ καὶ τὸ περὶ μεϑόδων ἀνατομικῶν καὶ τὸ περὶ τῶν καϑ’ Ἰπποκράτην καὶ Πλάτωνα δογμάτων, ἃ συναναγνόντες οὐ μικρὰ ἂν ἀλλήλοις συνεβαλόμεϑα, ἐγὼ μὲν αὐτῷ εἰς τὴν περὶ τῶν δογμάτων πραγματείαν, αὐτὸς δ’ ἐμοὶ πρὸς τὴν ἀνατομικὴν ϑεωρίαν, καὶ ἐπεὶ σχασάμενος τὸ πολιτεύεσϑαι οὐχ ἑκὼν πολλὴν ἄγω σχολήν, κατώπτευσα ἂν ἔργα φύσεως ϑαυμαστὰ ἐναργέστερον καὶ διὰ τῆς φύσεως ἐπὶ τὸν δημιουργὸν αὐτῆς ἀνεπτερώϑην ϑερμότερου· ἅμα δὲ οὐδὲ Ἀριστοτέλους ἂν εἴημεν ἀνήκοοι ἐξ τέλος, ἐν πολλοῖς τῶν περὶ τῶν ζῴων μορίων γεγραμμένων αὐτῷ παραπέμποντος ἡμᾶς ἐξ τὴν ἀνατομικὴν ϑεωρίαν κἀκεῖϑεν ἀξιοῦντος μανϑάνειν αἰσϑητῶς τὰ ἐν λόγοις φιλοσοφούμενα1086 καὶ μᾶλλον ὅτι οὐ σχολῆς μόνον ἡμῖν ἀφϑονία, ἀλλὰ καὶ ζῴων τῶν ἀνατμηϑησομένων, οὐ Σατύρων, λέγω, οὐ κυνοκεφάλων, οὐ πιϑήκων, ἀλλ’ οὐδὲ ἄρκτων· καὶ αὗται γὰρ σπάνιαι καὶ δυσϑήρατοι καὶ μάλιστα νῦν, ὅτε, καὶ εἴ που ϑηραϑεῖεν, ταῖς Λατινικαῖς δωροφοροῦνται τραπέζαις ὡς ἥδιστον αὐτοῖς ὄψον καὶ εὐκταιότερον ἢ τοῖς Ἰουδαίοις ὁ παρ’ αὐτῶν προσδοκώμενος Λευιάϑαν1087. οἶδας δήπου τὸν ἐν τῷ Ἰὼβ διαγραφόμενον, ὃν οἱ κατάρατοι καὶ πάντα πρὸς αἴσϑησιν ἕλκοντες αὐτοῖς ἐν τῇ ϑαλάσσῃ ταμιεύεσϑαί φασι σιτευόμενον, κῆτος παμμέγεϑες καὶ οἷον ἐξαρκέσαι (ἐς)1088 αὐτῶν τε καὶ ἑτέρων πολλῶν ἐϑνῶν τράπεζαν. οὔκουν τοιούτων ζῴων εὐπορία ἡμῖν, ἀλλὰ ὑῶν, οὓς οἱ νησιῶται οὗτοι ὁσημέραι κατασφάττουσιν ὡς λυμαινομένους δῆϑεν λήια καὶ φεροντες ἐφ’ ἡμᾶς προτίϑενται διαμαρτυρδμενοι. ἀλλ’ ἔλαϑον τοὺς ὅρους τῶν ἐπιστολιμαίων νόμων ὑπεραλάμενος μικροῦ· ὑπὸ γὰρ τοῦ σφόδρα ἐϑέλειν ὁμιλεῖν σοι διὰ γραμμάτων ἐξέτεινα πέρα τοῦ συμμέτρου τὴν ἐπιστολὴν καὶ τὸ πάϑος συγγνωστόν· πότε γὰρ ἄλλοτε στελῶ γράμμα ἢ δέζομαι, τοσούτου χάσματος μέσον ἀμφοῖν διερρωγότος; τὸ δὲ καὶ αὐτοπροσώπου ϑέας καὶ ὁμιλίας ἀξιωϑῆναι τοῦτο ἤδη καὶ ὑπὲρ εὐχὴν καὶ ἐλπίδα. ἐρρωμένος διατηροῖο, λογιώτατε ἀνδρῶν καὶ φιλίας ἀληϑοῦς ἔμψυχον ἄγαλμα +.

4. 1089 Τῷ αὐτῷ

+ Ὡς εἰς καιρὸν ἡμῖν, λογιώτατε δέσποτα, γράμμα σὸν τοῦτο ἤδη τρίτον ἀπέσταλται· ἅμα γὰρ ἀπελάβομεν καὶ νυκτομαχίας πολλῶν λογισμῶν ἀπηλλάγμεϑα· οἷα γὰρ καϑ’ ἑαυτοὺς ἀνετυπούμεϑα μὴ πλείω δεδεγμένοι γραμμάτων δυοῖν, ἀμέλει καὶ διάπορούμενοι καὶ οἷον καταμαντευόμενοι τὰς αἰτίας τούτου τοιάδε ἀνεπλαττόμεϑα, πότερον τολμήσας δὶς ἐπιστεῖλαι, εἶτα ὡς ἂν παρακινδυνεύσας εἰς ἑαυτὸν ὑπεστάλη πάλιν καὶ σεσίγηκεν, ἢ τῷ παροιμίακῷ νόμῳ πειϑόμενος δὶς τὰ καλὰ ϑεσπίζοντι διττά μοι καὶ μόνα τὰ καλὰ ἐκεῖνα γράμματα ἐνεχάραξε, τοῦ λοιποῦ δὲ ἐκπεφρόντικεν, ἐπεὶ τὸ φιλικὸν καϑῆκον ἤδη ἐξωσιώσατο; ἀλλ’ ἐκεῖνο μὲν ϑρασυδείλου ἂν εἴη πάϑος καὶ γνώρισμα καὶ τίς κοινωνία τῷ βεβηκότι ἐπὶ συμμέτρου μεσότητος πρὸς τὸν δι’ ἔκπτωσιν ἀρετῆς εἰς τὰ παρ’ ἑκάτερα κακίας μετολισϑαίνοντα; τοῦτο δὲ πῶς ἂν καὶ τὴν ἀρχὴν ἐπὶ νοῦν ἐβάλετο ἀνὴρ εἴπερ τις ἀγχίνους καὶ εἰδώς, ὡς εἴπερ ἐπισταλτέον ἔστι1090 δίς μόνον ἀποῦσι τοῖς φίλοις καὶ προσρητέον ἂν εἴη τοσαυτάκις παρόντας· ὃ γὰρ ἔστι πρὸς ἐπιδημοῦντας πρόσρησις, τοῦτο πρὸς ἀποδήμους ἐπιστολή. καὶ τίς οὕτως ἀρχαῖος κατὰ τοὺς μυϑευομένους προσελήνους1091 ὡς ἅπαξ ἢ δίς ἀξιοῦν προσεἰπεῖν τοὺς συνήϑεις, εἶτα σιγῇ παρατρέχειν μὴ προσεννέποντας, ὅπερ μισούντων νομίζεται τεκμήριον καὶ μὴ φρονούντων φίλα τε καὶ προσήγορα; οὔκουν οὐδὲ τῇ παροιμίᾳ προσέσχε τὸν νοῦν, παραληρούσῃ, οἶμαι ὑπ’ ἀρχαιότητος· πῶς γὰρ δίς1092 τὰ καλά, ἀλλ’ οὐ τρὶς1093 καὶ πολλάκις αὐτίκα, ἵνα μὴ λέγω τόδε ἢ τόδε τὸ καλόν, τὰ τῆς περιοχῆς ἀπάντων τῆς εὐδαιμονίας φημί, εἴτ’ οὖν καϑ’ ἡμᾶς μακαριότητος, οὐδὲ πολλάκις πρακτέον ἑστίν, εἶτα παυστέον, εἴπερ ἐνέργειά ἐστι κατ’ ἀρετὴν τελείαν, καὶ εἰ παύσεται, ἀποβαλεῖται καὶ τὸ μακάριον δήπου· ὅϑεν καὶ ἐν βίῳ τελείῳ τελειοῦσϑαι ταύτην, προστίϑησιν ὁ Σταγειρόϑεν1094 φιλόσοφος· ὁ δὲ γε Σόλων καὶ ὁ Σειρὰχ οὐδὲ τὸν ἐν βίῳ τελείῳ εὐδαιμονοῦντα μακαριστὸν οἴονται, εἰ μὴ καὶ πέρατι βίου εὐδαίμονι ὣσπερ τινὶ λιμένι ἀσφαλεῖ ἐγκαϑορμίσονται ὄλβιοι. ἐπιζυγώσας τοίνυν τὸ τῆς ἀκοῆς ϑύρετρον ὡς οὐκ ἀκριβεῖ τῷ παροδίῳ τούτῳ ῥήματι, ἐκεῖνο μᾶλλον ἀναπετάσαι κατὰ ϑύραν1095, ὅ φασιν, οὐ παρὰ ϑύραν ἥκοντι, ὅ φησιν ὡς πολλῶν φιλίας ἀπροσηγορία ἔλυσεν (εἶδος δέ που προσηγορίας καὶ τὸ ἐπιστολιμαῖον πρόσφϑεγμα)· οὐ γὰρ δὴ πάσῃ παροιμίᾳ πειστέον, εἰ καὶ παλαιᾶς φιλοσοφίας λέγονται λείψανα, διὰ βραχυλογίαν εὐμνημόνευτον τὴν ὁσημέραι πραγματειώδη ἀνανέωσιν ἀϑανατιζόμενα, ἐπεὶ κἀκεῖνο ἑάλω μοι τανῦν ψευδόμενον παροιμιακὸν ἀπόφϑεγμα· ἀνεπίφϑονον δέ σοι καὶ διηγήσασϑαι· εἰ γὰρ καὶ νόμος ἐπιστολῆς ἐπικελεύεται μὴ τῶν κειμένων ὅρων βαίνειν μακρότερα μήτε μὴν τὰ ἐσκαμμένα ὑπεράλλεσϑαι1096, ἀλλ’ ἔγωγε ἥδιστα ἂν ὑποσταίην παρανομίας γραφήν, εἰ μόνον τὸ ἐπιϑυμοῦν μοι ἀπλήστως τὴν ὁμιλίαν τῶν πρὸς σὲ γραμμάτων, ὅτ’ ἔξεστιν, ἀποπλήσαιμι. τίς δὲ ἡ παροιμία; ἀλλ’ ὅπως ἐπίσχες τὸν γέλωτα εἴτ’ οὖν τῆς διηγήσεως καταγελωτα «δίς» φησι «κράμβη ϑάνατος»1097. τοῦτο πάλαι σεβαζόμενος ὥσπερ τι Δελφικὸν γράμμα οῖδας δήπου τὸ γνῶϑι σαυτὸν καὶ μηδὲν ἄγαν καὶ ἐγγύη πάρα δ’ ἄτα1098 καὶ εἴ τι τούτων ἀδελφὸν ἕτερον, μᾶλλον δὲ ὡς ὑγιεινόν τι παράγγελμα Ἱπποκράτειον ἢ Γαλήνειον διὰ μνήμης ἔχων ἐφυλαττόμην (πῶς εἴποις;) τὴν κράμβην παρατιϑεμένην ἐπιτραπέζιον, καὶ τὰ πολλὰ μὲν ἀπειχόμην ὑφορώμενος, ὡς τὴν ἐν τῷ λέβητι τολύπην ἦν, ὅτε οἱ περὶ τὸν Ἐλισσαῖον υίοὶ τῶν |1099| προφητῶν1100, ἐνίοτε δὲ καὶ προσηπτόμην ἐκ διαλειμμάτων μακροτέρων καὶ σφόδρα ἐγκρατῶς προνοῶν, ὡς εἰ καὶ βλάψει τυχόν, ἀλλ’ οὐχι καὶ ἐξ κίνδυνον ἀποσκήψει διὰ τὴν βραχύτητα· ὅτε καὶ τις γραῦς Ἀττικὴ κωνείου κατὰ βραχὺ γευομένη ἔλαϑε καὶ εἰς ἕξιν ἐλϑοῦσα τοῦ πίμπλασϑαι τῆς δηλητηριώδους πόας καὶ μὴ ἀπόλλυσϑαι. ταῦτα μὲν πρότερον, νῦν δὲ (πολλὰ γὰρ γηρῶν μανϑάνω)1101 ἔργοις διδάσκομαι, ὡς εἰς ψεῦδος κεκόμψευται ἡ παροιμία καὶ μάτην διαβεβληταί οἱ ἀγαϑὸν φαγεῖν λάχανον1102· ἡμεῖς γάρ, καίτοι ἐν καρδίᾳ ϑαλάσσης παροικοῦντες ὅμως οὐκ ἰχϑυώμεϑα, ὥσπερ οἱ τὸ Ἴλιον πολιορκοῦντες Ἕλληνες καὶ ταῦτα τὸν ναύσταϑμον πεποιημένοι ἐν Ἑλλησπόντῳ ἐπὶ τοσούτοις ἔτεσιν, ὃν ἰχϑυόεντα καλεῖ Ὅμηρος1103. ἀλλ’ εἴ ποτὲ τῶν ἐνταῦϑα πυϑοίμεϑα εὐαγγελικῶν1104 «παῖδες, μή τι προσφάγιον ἔχετε»; τοῦτο γὰρ καὶ μόνον νησιῶται οἴδε καλοῦσι προσφάγιον, ὥσπερ καὶ τὰ ϑρέμματα κτήματα λέγουσιν, ὡς καὶ τις τῶν παλαιῶν τὸν Μέροπα1105 εἰς ὄνομα ἑαυτοῦ ἰδιώσατο. οὕτω γοῦν1106 αὐχμηρὰν καὶ ἄνοψον παρατιϑέμενοι τράπεζαν, ἐπείπερ Ἀϑήνηϑεν ἡμῖν κράμβαι κομίζονται· ἐνταῦϑα γὰρ οὐ μόνον ἀκροδρύων σπάνις πολλή, ἅτε τῶν ἐγχωρίων ὡς ἄλλοις Διὸς βαλάνοις1107 μόνοις τοῖς καρποῖς τῆς φηγοῦ χρωμένων κατὰ τοὺς πάλαι βαλανηφαγοῦντας Ἀρκάδας, ἀλλὰ καὶ λαχανεία ἠγνόηται, κραμβοφαγοῦμεν συνεχῶς καὶ πολλάκις οὐ ϑνῄσκομεν, ὅτι μὴ καὶ μᾶλλον ζῶμεν ἐσϑίοντες οὐ μόνον ἑφϑήν, ἀλλὰ καὶ ἁλμάδα ταμιευομένην ἐς νέωτα καὶ καταχρεμπτόμεϑα γενναῖον τῆς λήρου παροιμίας καὶ κατὰ τὸν εἰπόντα ἁλμυρὸν προσπτύομεν ἀπὸ στόματος κραμβοφάγου, τρόπον ἄλλον ἤπερ ὁ κωμικὸς εἴρηκεν1108. ἀλλ’ ὅπερ ἐλέγομεν, οὔτε παροιμίᾳ δουλεύων οὔτε δειλαινόμενος ἐπέσχεν ἂν τὸ γράφειν ὁ σοφὸς καὶ γενναῖος Εὐϑύμιος. ταῦτ’ ἄρα καὶ τοῖς λογισμοῖς ἀδολεσχῶν ἔτι καὶ σκάλλων τῷ πνεύματι καὶ διερευνώμενος τῆς ὀλιγογραφίας τὸ αἴτιον, ἕτερα ἐξ ἑτέρων ἀνελογιζόμην καὶ μή ποτὲ ἔφασκον σκήψαιτο τὸ ἀποκεκλεῖσϑαι τὴν πρὸς ἡμᾶς φέρουσαν· πρὸς ὃ καὶ παρεσκευαζόμην (οὐ γὰρ σε ἀποκρύψωμαι1109 τἀληϑές) ἀντιπροτείνειν τὰς λύσεις, μᾶλλον δὲ ὡς πρὸς ὑποφορὰν ἐξηρτημένην1110 παρά σου εἶχον ἐν ἑτοίμῳ ἀντεξάγειν εἰς ἀντίπρωρον ἀνϑυποφορὰν τὰς αὐτόϑεν δεῦρο πλεούσας ἄλλας ἐπ’ ἄλλαις λέμβους οἷα συμμαχίδας χαλκεμβόλους τριήρεις τινάς, δι’ ὦν καὶ καταναυμαχῆσαι καὶ εἰς ἀχανὲς καταδῦσαι τὴν σκῆψιν ἤλπιζον, ὡς μηκέτι τὰς αἰτίας μεταφέρειν εἰς τὰ μεταξὺ πολλὰ «οὔρεά τε καὶ σκιόεντα1111, ϑάλασσάν τε ἠχήεσσαν1112"1113. ἀλλ’ ἀνακρουστέον ἐπὶ πρύμναν τὰ ἐκ τῶν ἀρχεκάκων τριήρεων καὶ πρωτουργῶν ἡμῖν τῆς κοινῆς συμφορᾶς τροπολογούμενα, μὴ καὶ φορτικῶς σοι διαλέγωμαι. ἐδόκει μοι τὰ οὐκ ὄντα φανταζομένῳ ῥᾳδίως ἂν καὶ ἐκ πολλοῦ τοῦ περιόντος ἀποδεῖξαι μὴ διατετειχίσϑαι τὴν πρὸς ἡμᾶς πάροδον, ἀλλ’ ἀνεῳγέναι πολυσχιδῶς πῇ μὲν ὡς ἐπὶ διαμέτρου κατ’ εὐϑυωρίαν Χαλκιδόϑεν ἐς δεῦρο φέρουσαν διὰ τοῦ μεταξὺ καὶ Ἐρετριέων καὶ τοῦ καλοῦ Ἀρτεμισίου πελάγους, ἔνϑα κατὰ Πίνδαρον φαινὴν ἐλευϑερίας κρηπῖδα ἑβάλλοντο Ἕλληνες (αὐτοῦ γὰρ που ταῖς Περσικαῖς τριήρεσιν οἱ περὶ τὸν Θεμιστοκλέα πρῶτον προσήραξαν1114, ὅπερ ἐξῆς δια τῆς Μαραϑωνίου Κυνοσουρίδος1115 ἀναχεόμενον ἐπὶ τὰς περὶ ἡμᾶς Κυκλάδας ταυτασὶ νήσους ἐκδίδωσι), πῇ δὲ ὡς ἐπὶ δύο ἡμικυκλίων, τοῦ μὲν δεξιοῦ τοῦ διὰ τῆς Ἀττικῆς, τοῦ δὲ1116 ἀριστεροῦ τοῦ διὰ τῶν Καρυστίων ἄκρων εἰς ἡμέτερον περιάγουσαν |1117| καταγώγιον. ἀλλὰ τί ποτε εὐϑυφορικὰς ὁδοὺς ἐπεισκυκλῶ, ἐξὸν εἰπεῖν ὡς Ἔρωτι πάντα βάσιμα, καὶ πῦρ καὶ ὄρος καὶ Σκοϑικὴ χιὼν1118 καὶ πέλαγος Ἄτλαντος; εἰ δὲ τηλικαῦτα τῷ περὶ τὰ αἰσϑητὰ πτερογιζομένῳ Ἔρωτι δέδοται, ἡλικα τῷ κατὰ πνεῦμα καὶ οὐρανίῳ δοίημεν δύνασϑαι, οὗπερ τὰ πτερὰ καὶ τὸ πῦρ οὐχ οἷα μῦϑος τῷ περὶ τὰ δέῦρο ἐπτοημένῳ περιτίϑησιν, ἵν’ ἐμφήνῃ τὸ διάφορον καὶ πανταχοῦ φέρεσϑαι ἄνετα καὶ τῶν ἀπειργόντων ἀνώτερον; ἀλλ’ εἰ βουλομένῳ σοι ἔστι μαϑεῖν ὁποῖα ταυτί, ἄκουε τῆς ἐν ᾌσμοσιν1119 ἐμώσης καὶ ἐρωμένης ψυχῆς, ὅπως τῆς κατὰ ϑεὸν ἀγάπης1120 τὴν πτέρωσιν ὕμνησε· «περίπτερά» φησιν, «αὐτῇ φλόγες πυρός». ποῦ γοῦν οὐ διοπτήσεται τῷ φλογερῷ πτερῷ καὶ οὐκ αὐτὴ μόνη ἀλλὰ καὶ τὰ αὐτῆς ἔπεα πτερόεντα1121; οὐκ ἔστι τις ἐν τῷ παντὶ χῶρος, εἰς ὃν οὐ ῥᾳδίως διαπτερύξεται, κἂν τὰ παρὰ τῷ Δαυὶδ1122 ἔσχατα τῆς ϑαλάσσης ἐρεῖς, μὴ ὅτι γε τὸ ξεναγὸν ἡμῶν1123 τουτὶ νησύδριον τὸ κατὰ τῆς σὲ Εὐβοίας ἀντίπορϑμον. τοιαῦτα, ὦ φίλη μοι κεφαλή, ἐν διακένοις ἀναπλοσμοῖς διανοίας φαντασιούμενος ὠνείρωττον· ἐπεὶ δὲ τῷ τέως ἐν οὐκ ἐλπίσιν ἡμῖν σὸν γράμμα ἐπέλομψεν, ἐκεῖνα μὲν «ὡσει ἐνύπνια ἐξεγειρομένου»1124 παραχρῆμα φροῦδα πάντα, ἡμεῖς δὲ τὰς πολυπλανοῦς εἰκοτολογίας τῶν λογισμῶν ἀνεπαυσάμεϑα. καὶ εἱης μοι, χαριέστατε ἀνδρῶν, ἄλλὰ ἐπ’ ἄλλοις μὴ τρὶς ἢ δεκάκις, ἀλλὰ πολλάκις ἐπιστέλλων μοι καὶ τὸν τῆς ἀκηδίας νυσταγμὸν διαλύοις βεβαιῶν ἡμᾶς ἐν οἷς γράφεις πρὸς τὸ φέρειν εὐχαρίστως μετρίαν ταυτηνὶ τὴν παιδείαν κυρίου1125, μᾶλλον δὲ δεσποτικὴν μαστίγωσιν· δικαίων γὰρ καὶ υἱῶν ἀγαπωμένων αἱ παιδευτικαὶ τῶν ϑλίψεων ἐπαγωγαί, τῶν δὲ κατ’ ἐμὲ πονηρῶν καὶ ὀκνηρῶν δούλων αἰ τιμωρητικαἰ μάστιγες. προσειρήσϑω μοι ὁ περὶ σὲ κορυφαῖον καὶ χορολέκτην σοφὸν κύκλος ὁ λόγιος καὶ μουσηγετῶν ταῖς ἐννέα ξυνῳδὰ καὶ ἀντίφϑογγα +.

5. Τῷ αὐτῷ

1126+ Οὔτε τοῦ ἐπιστέλλειν ἡμῖν, ἀνδρῶν λογιώτατε, οὔτε τοῦ δέχεσϑαι τὰ παρ’ ἡμῶν ἀντεπιστελλόμενα γένοιτο ἂν σοί ποτε κόρος, ὡς ἔοικεν, δυεῖν αἰτίων κατ’ ἐμὴν δόκησιν ἕνεκα, ἑνὸς μὲν καὶ πρώτου, ὅτι διοπύρως καὶ ἀνοϑεύτως φιλεῖς καὶ ταῦτα δὴ τὰ τῶν μανικῶν ἐραστῶν· ἐπεὶ (δὲ)1127 τοῦ φιλουμένου ἀπόντος ὑπερεκκέκαυσαι, ὡς ἐξόν σοι παραπολαύεις τοῖς τῶν γραμμάτων ἰνδάλμασι καὶ δοκῶν οὑτωσὶ συλλαλεῖν καὶ ὡς μὲν φωνεῖν ὡς δὲ φωνῆς ἐν τῷ μέρει ἀκούων καὶ παμψυχήν τινα ταύτην ἔγνως σοφίζεσϑαι. ἦπου, ὦ φιλίας ἀκραιφνοῦς γνῶμον, καὶ ἐν τοῖς μεϑημερινοῖς φαντάσμασιν εἰδωλοποιεῖς ἀεὶ τὴν καινὴν ἡμῶν ἔντευξιν καὶ οὐ τουτο μόνον, ἀλλὰ καὶ καϑεύδων ὀνειροπολεῖς ταυτηνί, εἴπερ οὐ φαύλως ὁρίζονται, τὰ ὀνείρατα τῶν μεϑ’ ἡμέραν ἀκουσμάτων καὶ φαντασμάτων ἀπηχήματα. ἓν μὲν δὴ τοῦτο αἴτιον λογίζομαι τῆς περὶ τὰ γράμματα ἀπλήστου ἐφέσεως, δεύτερον δὲ ἐκεῖνο· τῶν ἐπὶ σοφίᾳ κλεινῶν ἀνδρῶν ἄλλου ἄλλο τι ἐξήλωσας, τῶν δ’ ἐξ ἀτυχημάτων εὐτυχησάντων εἰς ἄκρον βατῆρα φιλοσοφίας ἀφικέσϑαι, ἐκείνους ὧν ὁ μὲν πειραταῖς περιπεσὼν καὶ κατοπλεύσας Ἀϑήναζε, εἶτα προσφοιτῶν τοῖς ἐκεΐσε μαϑηματικοῖς οὕτω γεωμετρίαν ἠκριβώσατο, ὥστε καὶ τετραγωνίσαι τὸν κύκλον ὑπεβάλετο1128, ὁ δὲ ναυαγήσας «εὖ γε», εἶπεν, «ὦ τύχη, ὅτι με εἰς τὸ τριβώνιον τοῦτο συνέστειλας» καὶ φιλοσοφήσας τὰ κράτιστα τῶν Στωϊκῶν ἀναπέφηνεν. οὗπερ καὶ τοῖς περὶ τοῦ μὴ εἶναι κίνησιν ἐπιχειρήμασιν ἐντυχὼν ἔγνως δήπου, ὡς οὐκ ἀκόμψως εἶπεν αὐτὸν ὁ εἰπὼν ἀμφίγλωττον1129 καὶ οὗ τὸ σϑένος οὐκ ἀλαπαδνὸν1130» |1131| διὰ τὴν ἐφ’ ἐκάτερα τῶν ἐναντίων ἐπιχειρηματικὴν τοῦ ἀνδρὸς δριμύτητα. κατὰ ζῆλον τοίνυν τούτων καὶ σὺ δυσπραγοῦντι καιρῷ χρησάμενος τὴν πᾶσαν σχολὴν ἐχαρίσω τοῖς τῶν παλαιῶν συγγράμμασι καὶ δὴ σοφαῖς βίβλοις συγγινόμενος τὸ τῆς ψυχῆς ἐπέρρωσας γόνιμον, ἡ δὲ τὰς ὠδῖνας οὐκ ἔχουσα στέγειν οὔτε μὴν λοϑῆναι τούτων οἵα τε οὖσα καὶ τοὺς εὐγενεῖς τόκους ἐξάγειν εἰς φῶς διὰ τὴν Ἰταλικὴν καὶ μισολόγον τυραννίδα πρὸς ἡμάς ὑπεκτίϑεται, ὅσα καὶ βραχυτάτοις σπαργάνοίς ταῖς ἐπιστολικάῖς δέλτοις περιελίττουσα καὶ συμπτύσσρυσα, ἢ καὶ ὡς τὸν μέγαν Μωσῆν1132 οἱ τεκόντες λαρνακιδίῳ ἐγκλεισάμενοι καϑῆκαν εἰς ποταμόν, οὕτω καὶ σὺ διὰ πορϑμίδων στέλλεις τὰ σὰ τέκνα πελάγια. καὶ τοιαῦτα μὲν ἡμεῖς καταμαντευόμεϑα ἴσως παρὰ ϑύραν καὶ οὐδ’ ἴκταρ τὸ τοῦ λόγου βἀλοντες1133, σὺ δ’ ἂν εἰδείης τὸ ὄντως ὄν. πλὴν ὅπως ἂν ἔχοι τὰ τοῦ πράγματος, ἔντειναι καὶ κατευοδοῦ καὶ συνεχῶς ἐπίστελλε οὕτω γονίμως ἔχων περὶ τὸ γράμμα, κἂν ἡμεῖς ἀφιλοτίμως ἔχωμεν πρὸς τὸ ἴσα σοι ἀντιφϑέγγεσϑαι +.

6. Τῷ Τορνίκῃ κῦρι Εὐϑυμίῳ

1134+ Οὐκ ἀναμενῶ καὶ αὖϑις τὸ σὸν πρόσφϑεγμα, σοφὴ καὶ φίλη μοι κεφαλή, ἵν’ οὕτως ἀντιπροσφϑέγξωμαι δεύτερος, ἀλλ’ ὑπάρξω καὶ αὐτὸς περιόδου τινὸς ἀποδήμων προσρήσεων δυοῖν ἕνεκα, ἑνὸς μὲν καὶ πρώτου τοῦ μὴ δοκεῖν ἑτεροκινήτως ἔχειν ἀεὶ καὶ ἢ κατὰ τὰς ἠχοῦς ὑστεροφωνεῖν ἢ ὑπηχεῖν ὡς τὰ |1135| ἐντατὰ τῶν ὀργάνων καὶ ἐμπνευστά, ἃ οὐκ ἄλλως λαλεῖ ἢ παρὰ τῶν τεχνιτῶν χρουόμενα καὶ ἐμπνεόμενα, ἀλλὰ γε καὶ ἐν τῷ μέρει κἀμὲ ἐνδιδόναι προσφωνήσεων σύνϑημα, δεύτερον δὲ τοῦ ὑπομνῆσαι τὴν σὴν λογιότητα, ὡς οὐκ ἀποχρώντως ἔχομεν τῶν προσηγόρων γραμμάτων, ὥστε καὶ σιωπᾶν τοῦ λοιποῦ· σὺ μὲν γὰρ δὶς ἤδη καὶ τρὶς ἐπιστείλας τὸ πᾶν ἐξειργάσασϑαί σοι καὶ τέλος ἔχειν ἴσως νομίζεις, καϑότι καὶ τοῖς παλαιοῖς ἐδόκει «τὰ τρία πάντα εἶναι καὶ τὸ τρὶς πάντῃ καὶ τοῖς τρισὶν ὡρίσϑαι τόποις καὶ τὰ πάντα, ἀρχὴ δὲ καὶ μέσον καὶ τελευτὴ τὸν τοῦ παντὸς ἀριϑμὸν ἔχειν, οἳ καὶ πρὸς τὰς ἁγιστείας τῷ ἀριϑμῷ τούτῳ ἐχρῶντο καὶ πάντας (μὲν) τοὺς τρεῖς προσαγορεύουσι καὶ τρία πάντα, τοὺς δύο δὲ οὐ πάντας, ἀλλ’ ἀμφοτέρους καὶ τὰ δύο ἀμφότερα φύσεως νόμοις καὶ μαϑηματικοῖς ὅροις ἐπόμενοι, καϑ’ οὓς τὸ μὲν ἐφ’ ἒν διεστηκὸς μέγεϑος γραμμή ἐστι, τὸ δ’ ἐπὶ δύο ἐπίπεδον, τὸ δ’ ἐπὶ τρία σῶμα καὶ παρὰ ταῦτα οὐδέν ἐστιν μέγεϑος, ὥστε τὰ πάντα καὶ τὸ πᾶν καὶ τὸ τέλειον εἶναι τὰ τρία»1136. σὺ μὲν οὖν, ὅπερ ἔφην, ταῦτ’ εἰδώς, τριάδα ἐπιστολῶν πεπομφὼς τὸ πᾶν καὶ τὸ τέλειον τοῦ φιλικοῦ καϑήκοντος ἀποτῖσαι ἴσως δοκεῖς καὶ παρὰ τοῦτο τὴν γραφίδα ἐπέσχες τοῦ λοιποῦ καὶ σεσίγηκας· ἐγὼ δὲ καὶ αὐτὸς φύσεως μὲν ἀδιαστρόφου καὶ μαϑήσεως ἀληϑοῦς ϑεσμοῖς οἶδα πειϑεσϑαι, οὐ μὴν διὰ ταῦτα τὸ τρὶς μόνον προσειπεῖν διὰ γραμμάτων πάντῃ καὶ τελείως προσειπεῖν εἴποιμι, οὐδὲ τρισσὴν πρόσρησιν πᾶσαν καὶ τελείαν καὶ οὐκ ἐνδέουσαν· εἰ γὰρ τοῖς ἀποδήμοις τὸ τρὶς προσερεῖν ἀπόχρη, ἀπόχρη πολὺ πρότερον ὁρῶσί τε καὶ ὀρωμένοις τὸ τοσόνδε πρόσφϑεγμα, ὅπερ οὔτε τῳ πολιτικῷ ἀνϑρώπῳ καὶ ἡμέρῳ φύσει ζῴῳ νενόμισται, οὔτε μὴν τῇ ἀποστολικῇ δοκιμασίᾳ δοκεῖ, ἢ μηδὲν ὄφλειν ἀλλήλοις διορίζεται, εἰ μὴ τὸ ἀγαπᾶν μόνον· τούτου δὲ ἐστι δήπου καὶ τὸ ἀσπάζεοϑαι, ὥσπερ τοὐναντίον τὸ μηδὲ προσεννέπειν. αἰώνιον ἄρα καὶ ἀδιάλυτον χρέος οὐ μόνον τὸ ἀγαπᾶν, ἀλλὰ καὶ τὸ προσφϑέγγεσϑαι φιλικῶς· μὴ γοῦν τοῦ ἀπεράντου τούτου χρέους κατόκνει τὴν ἀεὶ ὀφειλομένην ἀπότισιν, ἀλλὰ βραχείαις συλλαβαῖς ἀφοσιοῦσϑαι προϑυμοῦ, ἡνίκα ἂν αἴσϑοιο πλοίου Χαλκιδικου εὐϑὺ τῆς καϑ’ ἡμᾶς ξεναγοῦ νήσου πλέοντος· οὐ μικρῶς γὰρ ἐντεῦϑεν ψυχαγωγούμεϑα. ὁ ϑεὸς τῆς ἀγάπης καὶ ἡ αὐτοαγάπη διατηροίη σε πειρασμοῦ παντὸς ὑψηλότερον. προσειρήσϑωσαν ὁ περὶ σὲ λόγιος χορός +.

7. 1137 Τῷ Τορνικῃ κῦρ Εὐϑυμίῳ καὶ τοῖς λοιποῖς Ἀγιοσοφίταις, ἤγουν τῷ Πιστοφίλῳ κῦρ Νικολάῳ καὶ τῷ Βεριβόῃ κῦρ Μανουήλ

1138 1139+ Ἐγὼ τὸ μὲν ἐπιστέλλειν ὑμῖν, ὦ σοφαὶ καὶ φίλαι μοι κεφαλαί, καὶ παρ’ ὑμῖν αὖϑις ἀμοιβαῖα τοῦ παντὸς ἂν ἀλλαξαίμην πολλῶν τε ἕνεκα, μάλιστα δ’ ὅτι παρ’ ὅσον ἂν χρόνον ἢ τὰ παρ’ ὑμῖν1140 ἐπιὼν ἢ τὰ πρὸς ὑμᾶς γράφων τύχοιμι δοκῶ συνεῖναί πως ὑμῖν καὶ οἷον ἐναδολεσχεῖν οὐ γράμμασιν, ἀλλ’ ὑμῖν αὐτοῖς, ἀφ’ ὧν καὶ πρὸς οὓς τὰ λεγόμενα. ὀνειρώττω γὰρ ἐγρηγορότων ὁμιλίαν τινὰ καὶ φαντασιοῦμαι εἰδωλοποιίαν ἐντεύξεως καὶ ὓπαρ ἀτεχνῶς οὐκ ὄναρ τὴν κοινολογίαν ποιεῖοϑαι δοκῶ, ὡς ἂν ἢ προσδιαλεγομένων καταφανῶς ἀκροώμενος ἢ προσδιαλεγόμενος ἐναργῶς ἐπαΐουσιν· ὑπὸ (γὰρ)1141 τοῦ ἄγαν ἐϑέλειν, ὡς οἶμαι, καὶ γλίχεσϑαι τὴν ἐντυχίαν παρακλέπτομαι τὸ ἀπόδημον καὶ γίνομαι ὑμῶν καὶ μεϑ’ ὑμῶν ὅλως. ὅσην οὖν καὶ οἵαν ψυχαγωγίαν οἴεσϑέ με καρποῦσϑαι καὶ ἡλίκην παραμυϑίαν δρέπεσϑαι, ἐφ’ ὅσον χρόνον κοινοῖς ἐνευκαιρῶ γράμμασι, καὶ τῆς μὲν κατ’ αἴσϑησιν ζωῆς ἀρπαζόμενος, τῆς δὲ φανταστικῆς ἐπιβαίνων δοκῶ μοι συνεῖναι τοῖς φιλτάτοις ὑμῖν; οὐ γὰρ1142 ὡς (οἱ)1143 παλαιοὶ τὰς ϑείας ἐπαγγελίας, οὕτω καὶ αὐτὸς τὰς ἱερὰς καὶ ποϑεινὰς ὑμῶν ὄψεις τε καὶ φωνὰς πόρρωϑεν ὁρῶν καὶ ἀκούων ἀσπάζομαι, ἀλλ’ ὡς ἄγχιστα παρὼν καὶ οἷον αὐτόπτης γινόμενος καὶ αὐτήκοος. οὕτω καὶ ἀπὼν ἀποῦσι κατὰ σῶμα συνάπτομαι πνεύματι καὶ ὡς παρόντων κατεμφοροῦμαι κατ’ ἐξουσίαν πολλὴν καὶ τῆς ὑπερορίου διαστάσεως ἀπαλλάττομαι, ἕως τὴν ἐν γράμμασιν ὁμιλίαν σχασάμενος καὶ τῆς ἐντεῦϑεν ἐκστάσεως ἐπανιὼν ἐν ἐμαυτῷ1144 γένωμαι καὶ τῆς ὀνειρώδους προσλαλιᾶς καὶ φαντασιώδους ἁρπαγῆς αἰσϑήσομαι καὶ γνώσομαι1145, ὡς οὐκ ἐν Χαλκίδι καὶ τοῖς ἐκεῖ που φιλτάτοις σύνειμι ἀληϑῶς, ὀνειροπολῶν δὲ ἄλλως ἔτι που κατερύκομαι εὐρέϊ πόντῳ1146, καὶ με τις τῶν κατ’ Αἰγαῖον Κυκλάδων νήσων ὑγραῖς, τὸ ποιητικόν, ἀγκάλαις1147 ὀχμάσασα πολλῷ τῷ μεταξὺ τῶν φιλτάτων διΐστησι. τούτου μὲν δὴ ἕνεκα, ὡς εὖπον ἀρχόμενος, πολλοῦ μοι τὰ ἐπισταλτικὰ γράμματα κρίνεται ἄξια, καὶ ηὐξάμην ἂν ἐνδελεχῶς ἑκάστῳ ὑμῶν ἀνὰ μέρος καὶ ἰδίᾳ γράφειν οἷός τε εἶναι καὶ αὖ παρ’ ἑκάστου ὑμῶν ἀμοιβαδὸν τὰ ἴσα δέχεσϑαι· οὕτω γὰρ ἂν ἐκατέρωϑεν πληϑυνομένης τῆς ὁμιλίας καὶ αὐξομένης, καὶ ἡ ἀπ’ αὐτῆς μοι ψυχαγωγία ἐς ἀνάλογον μέγεϑος προὔβαινεν. ἀλλ’ ὦ, τί πάϑω; οὐδὲ τὸ χρηστὸν ῥᾷστον ἐμοὶ καὶ ἄλλως εὐπόριστον· ἵνα γὰρ τὰς ἄλλας τῷ τέως ἐργωδίας ἐάσω, ὑμεῖς1148, ὦ ϑαυμάσιοι, περιλαλοῦντες ὑπερφωνεῖτε ἕνα με πολλοὶ καὶ γέροντα, νεανίαι, καὶ πάλαι σχασάμενον τὸ φιλότιμον ἐπακμάζοντες τῷ τοιούτῳ καὶ ϑερμότερον ἐλλαμπόμενον. καὶ χαίρω μὲν ταῖς πολλαῖς ὑμῶν φωναῖς καταυλούμενος, οὐκ ἔχων δὲ ἀντᾴδειν πρὸς ἕκαστον φωνῇ μιᾷ1149, λειπόμενος ἄχϑομαι καὶ ποτε χειροπληϑὲς φορτίον γραμμάτων ὑμετέρων ὡς τὰ πολλὰ δεχόμενος πρῶτα μὲν τῷ εὐόγκῳ τούτῳ ἐπεντρανίζων ἀναψύχω (πῶς εἴποιτε;) καὶ πλέον ἢ οἱ διψῶντες ταῖς μεγαλειότησι τῶν προσφερομένων ἐκπωμάτων ἐπιγαννύμενοι1150 καὶ τοῖς ὀφϑαλμοῖς οἷον προσπίνουσι ψυχαγωγούμενοι1151. εἶτ’ ἀνα|1152|πτύξας ἐπέρχομαι ἀνὰ μέρος ἕκαστον καὶ δοκῶ καϑῆσϑαί που ἐν ἀλσώδει1153 μουσικῶν ὀρνίϑων καταγωγῇ καὶ νῦν μὲν κύκνων, νῦν δ’ ἀηδόνων εἴτ ἄλλων καλῶς ἀειδόντων1154 ἐπακροᾶσϑαι, ὅτε καὶ τὸ τοῦ κωμικοῦ1155 1156 ὡς ἥδομαι καὶ τέρπομαι καὶ μόνον οὐ χορεῦσαι βούλομαι, ὥσπερ ἄρα καὶ τὸν Ἀλέξανδρον ἀνέπειϑον πυρριχίζειν οἱ Τιμοϑέου αὐλοί1157. οὕτω καὶ ὦτα γοητεύομαι καὶ ψυχὴν κατεπᾴδομαι καὶ ὅλως, ὅπερ ἔφην, πρὸς ὑμᾶς ὡς ἀμέσως ὁμιλοῦντας ἐπέστραμμαι καὶ τῶν παρόντων ἐκπίπτων τοῖς ἀποῦσι φανταστικῶς προΐπταμαι· καὶ παρὰ μὲν τῶν ὑμετέρων φωνῶν οὕτως ἀγαϑυνόμενος διατίϑεμαι, δεῆσαν δὲ κἀμὲ1158 τοῖς ἴσοις ἀντιχαρίσασϑαι ἡ μὲν ἄγαν προϑυμίᾳ καὶ ἡ τοῦ ἐντυγχάνειν ὑμῖν διὰ γραμμάτων γοῦν ἔφεσις ϑερμή τις καὶ νεανική, τὸ δὲ ναρκῶδες τοῦ γήρως ἄλλως τε καὶ οὕτω δυσπραγοῦντος ϑᾶττον ἐλέγχεται καὶ τὸ τῆς ψυχῆς ἑξαλλόμενον1159 σβέννυσιν ἐμποδοστατοῦσα ἡ φύσει παρεπομένη ὀλιγοδράνεια. εἶτα τὸν παρ’ Ὁμήρῳ μὲν γέροντα Νέστορα νέοι τρύχουσι μαχηταί, πρὸς δὲ τοὺς ἐν παροιμίᾳ1160 δύο οὐδ’ Ἡρακλῆς ὁ καλλίνικος, καὶ πῶς ἐγὼ βραχὺ μὲν ἐμπνέων, βραχὺ δ’ ἀναστένων πρὸς οὕτω σφριγῶντας ἐν λόγοις καὶ τοσούσδε ἀτρύτως ἀρκέσαιμι; ἢ πῶς τοιῷδε συστήματι συμπαρεκτεινόμενος πλουσίῳ περὶ λόγους αὐτὸς καὶ βιβλίων ἐψιλωμένος αἰτῶν οὐκ ὀφλήσαιμι γέλωτα, ἀντιταλαντευόντων ὑμῶν τὴν ὁλκὴν τῆς σοφίας καὶ μειαγωγούντων κατὰ πολὺ τὰ ἡμέτερα; ταῦϑ’ ὁ πρεσβυτικὸς ὄκνος ὑπαγορεύων σιωπᾶν ὑποτίϑεται |1161| πάλιν δ’ οὐ φοβεῖ με τὸ προσέρπον1162 ἑτέρωϑεν πρὸς βίαν ἕλκον ἐπὶ τὸ γράφειν διανίστησι· κίνδυνος γὰρ ἐπικρέμαται σιωπῶν τε καὶ τὴν ἀπὸ τῶν ὑμετέρων γραμμάτων ψυχαγωγίαν ἐπιλιπεῖν με· οὐ γὰρ δικαιώσετε δήπου προσφϑέγγεσϑαι τοῦ λοιποῦ τὸν μηκέτι τοῖς αὐτοῖς δεξιούμενον. τοιᾷδε γούν ἀμφικρήμνῳ δυσχερείᾳ στενούμενος σκέψασϑε1163, ὦ μακάριοι, ὅτί ποτε μεμηχάνημαι· εὑρετικὸν γὰρ τι χρῆμα τὴν ἀνάγκην φασί1164. πολλοὺς ἀνελιξας λογισμοὺς ἔγνων τελευτῶν μέσην τινὰ τῆς τε πολυγραφίας καὶ τῆς ἀνεπιστάλτου σιωπῆς τεμεῖν ἀτραπόν, ὅ ἐστι μὴ τὸν καϑ’ ἕνα ὑμῶν ἀνὰ μέρος τῷ τέως ἐπιστεῖλαι, ὡς τὸ παλαιὸν Ἀϑηναῖοι τὸ ϑεωρικὸν κατ’ ἄνδρα διένεμον, ἀλλὰ τὰ πολλὰ συνελεῖν εἰς ἓν γράμμα πᾶσι ξυνόν, δι’ οὗ καὶ πάντας ὁμοῦ προσφϑέγγομαι καὶ τὸ καϑῆκον ἐκάστῳ ἐν μέρει ἐξοσιώσομαι, αὐτός τε οὐ πράγματα παρέξω ἐμαυτῷ ἰδίᾳ ἐκάστῳ ἐπιστέλλειν ἐκβιαζόμενος. οὕτω μὲν οὖν ἐγὼ καὶ διὰ ταῦτα τὸ γράμμα τοῦτο ἓν κοινὸν πᾶσιν ὑμῖν ἐνεχάραξα, ὑμεῖς δ’ ἄξια τῆς ἐπιεικίας ὑμῶν πράττοιτ’ ἂν μὴ παρὰ τοῦτο μικρολόγους ἡμᾶς ἢ καινοτόμους νομίσαντες, εἴπερ ἑκάστου· ὑμῶν ἐπιστέλλοντος ἰδίᾳ ὑμεῖς κοινῶς ἅμα πᾶσιν ἐπεστάλκαμεν· πάντας γὰρ ὑμᾶς ἕνα χορὸν ἐν Χριστῷ ἡρμοσμένον1165 1166 λογίζομαι καὶ μίαν παρεμβολὴν καὶ ἄλλον ἑρμαϊκὸν κατάλογον καὶ τάγμα μουσόληπτον, οἷς ἐναπέχρησεν ὡς τὰ πολλὰ ξύνϑημα, ὅπερ ἐνδίδωσί τις χορολέκτης εἴτε πολέμαρχος, εἰ καὶ ταῖς ἐννέα Μούσαις μίαν Ἀπόλλων ἀντιψάλλει φόρμιγγα. παρίημι τἆλλα. ἡ σάλπιγξ τοῦ εὐαγγελικοῦ κηρύγματος ἐνηχεῖ μὲν τὰ ἐπιστολιμαῖα καὶ κατ’ ἄνδρα Τίτῳ Τιμοϑέῳ τε καὶ Φιλήμονι, τὰ πλεῖστα δὲ κατὰ πόλεις καὶ ἐκκλησίας καὶ ἔϑνη πολυανδρούμενα. οὔκουν καινοτόμος ἐγώ, οἷς ἰδίᾳ καὶ ἀνὰ μέρος |1167| ἔγραφον πρώην νῦν ἐπιστέλλων κοινῶς ὡς ἑνὶ μουσοπόλῳ1168 χορῷ ὡς Ἐκκλησίᾳ μιά Χριστοῦ, ὡς πλειάδι σοφῶν, εἴ καὶ μὴ ἱσαρίϑμῳ τῇ τῶν ϑρυλουμένων, ἀλλὰ εἰ πολλῷ ἐκείνης πυρσευούσῃ πολυαυγέστερον καὶ, ὡς ἔπος εἰπεῖν1169, οἷς ἑνὶ, κόσμῳ ἐμῷ διὰ φιλίας σφαιρουμένῳ τοῦ Ἐμπεδοκλέους1170 1171 πολὺ μονιμώτερον, παρ’ ὅσον οὐχ ὑπὸ τοῦ νείκους ἐς1172 πολλὰ μεταβάλλον ἀναλύεται. οὕτως οὖν ἐνιζομένων ὑμῶν καὶ ότῳοῦν τῶν1173 ἀναπληρούντων τὸν κύκλον ἢ τὸν σφαῖρον γράφων ὅλῳ καὶ παντὶ γράφοιμ’ ἂν, καὶ νῦν τὸ ἐπεσταλμένον ὑμῖν κοινὸν πᾶσιν ἐν μέρει οὐχ ἕκαστος ἀνὰ μέρος ἰδιώσασϑε· ξυμφήσετε δήπου. χαῖρε τοίνυν τὸ σύντοιγμα τὸ ἱερόν, τὸ μελιχρὸν σμῆνος καὶ ἄκεντρον, ἡ Ἑρμαϊκὴ χέλυς1174, ἡ φιλίας ἀρίστη ἁρμονία καὶ τοῖς ἐμοῖς ὠσὶν εὔηχος. ναί, χαῖρε, καὶ μὴ λήγοις προσᾴδουσα καὶ κατεπάδουσα τῆς ἀλγονομένης μου ψυχῆς +.

8. + 1175 1176 Τῷ Τορνίκῃ κυρίῳ Εὐϑυμίῳ καὶ τοῖς λοιποῖς Ἁγιοσοφίταις

+ «Ἡπάτησάς με, κύριε, καὶ ἠπατήϑην», ὁ ϑεῖος Ἰερεμίας1177 φησί που πρὸς τὸν ϑεὸν, οὗ καϑ’ ὁμοιότητα δή τινα ἔπεισί μοι καὶ αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν· «ἠπατήσατέ με, φίλοι, καὶ ἠπατήϑην». ἀλλὰ τὴν μὲν προφητικήν, ἥν τινα δὴ ὑποληπτέον ἀπάτην εἰδεῖεν ἂν καὶ λέγοιεν. ὅσοι τοὺς χρησμοὺς διερευνοῦσι1178 τοῦ πνεύματος, ἐγὼ δ’ ὅπως παρ’ ὑμῶν ἐξηπάτημαι, αὐτόϑεν ἐπιτροχάζων ὡς οἷόν τε διηγήσομαι. ᾤμην ὑμᾶς, ἀδελφοί, ὁμοπἀτριδας εἰδὼς διὰ τῆς αὐτῆς ἐληλυϑότας παιδεύσεως, τῷ αὐτῷ συγκεκληρωμένους μεγίστῳ βήματι, ἵνα μὴ τἇλλα καταριϑμῶμαι πάντα, ἐν τῷ αὐτῷ νοΐ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτῖσϑαι κατὰ τὸ ἀποστολικὸν1179 παράγγελμα καί που καὶ ἐμακάριζον ὡς ἐν κἀκοῖς ἄμεινον ἔχοντας, οἷς ἐκ τῆς Βασιλίδος τῶν πόλεων ἁλούσης κατ’ ἄκρας ἀπαναστάντες1180 οὐκ ἐπ’ ἀλλοδαπὴν ἄλλος ἄλλην σποράδες πεπλανησϑε, ἀλλ’ ἐπὶ τὴν ἐνεγκαμένην κατιόντες ἀνεκάμψατε καὶ ὡς εἰς ἓν σμῆνος κατὰ Χριστὸν συνεστραμμένοι τὴν τοῦ τυραννικοῦ καιροῦ χαλεπότητα συνδιαφέρετε ἀλλήλοις καὶ διάγετε εὐϑυμότερον καὶ ξυμπονεῖτε κοινῶς ἑαυτοῖς μελιχρὰν βιοτήν. οὕτω μακαρίους ἡγούμην ὡς διὰ ποικίλης μὲν κοινωνίας περιπτώσεων εἰς ἄκρον μυελὸν ψυχῆς συντακέντας, εἰς ἕνα δὲ κραϑέντας κατὰ Χριστὸν ἄνϑρωπον· ἔνϑεν τοι καὶ τὸ κατ’ ἄνδρα καὶ ἀνὰ μέρος ἐπιστέλλειν ὑμῖν οὕτως ἐνιζομένοις σχασάμενος ὡς περίεργον καὶ ἄλλως ἐμοὶ ἐργωδέστερον ναρκωδέστερον διακειμένῳ περὶ τὸ λέγειν καὶ γράφειν διὰ τὸν πρεσβυτικὸν μαρασμὸν καὶ τὸν συνεπιϑέμενον ἀβουλήτων ἐσμὸν, ἄπερ συμπάσχειν τε ἅμα καὶ ἰδιοπαϑεῖν ἐκβιάζονται, ἔγνων εἰς ἕν γράμμα τὰ πολλὰ συναλείφειν καὶ δι’ αὐτοῦ προσλαλεῖν ἅμα τὴν ὁμόπνουν, ὡς ἐδόκουν, φιλότητα. ἀλλ’ ἀπατηλόν τι χρῆμα ἄγνοια καὶ μέϑης οὐδὲν ἧττον καὶ ζόφου τοῖς λογισμοῖς ἐπισκοτεῖ. ἀμέλει τοι καὶ ἡμεῖς ἀγνοοῦντες ὡς ἐν τῇ αὐτῇ μὲν πόλει, τάχα δὲ καὶ ἐν τῇ αὐτῇ ῥυμοτομίᾳ τῶν στενωπῶν συνῴκισϑε, ἐκαστάτῳ δὲ καὶ πορρώτερον ὑμεῖς ταῖς γνωμικαῖς διαϑέσεσιν ἀφεστήκατε ἀλλήλων καὶ ταῖς1181 τοπικαῖς διαστάσεσιν Ἰνδοί τε καὶ Βρεττανοί, Ὑπερβόρεοί τε καὶ οἱ τῆς Διακεκαυμένης γείτονες (φεῦ τῆς ἀπάτης) ἑνὶ μὲν σώματι κατὰ Χριστὸν ἡρμοσμένῳ1182 γράφειν ἐδόξαμεν, ἐλάϑομεν δὲ ἀπ’ ἀλλήλων διεσπασμένοις |1183| καὶ νεκροῖς μέλεσιν ἐγκεκραγότες διὰ κενῆς. ὅϑεν οὐδὲ τοῦ κοινοῦ γράμματος κοινῶς ἠκροάσασϑε, ὡς αὐτὸς ἐπέσταλκας, ἀλλ’ ἄλλος ἐπ’ ἄλλῳ ῥιπτάζοντες ἀνομοίως τοῖς λεγομένοις |1184| τῆς Πλειάδος σοφοῖς1185 ὡμοιώϑητε· ἐκεῖνοι μὲν γὰρ, ἐπεὶ χρησμὸς ἐξέπεσε τῷ σοφωτάτῳ δοϑῆναι τὸν περιμάχητον τρίποδα, ἕκαστος ἑαυτοῦ σοφωτέρους τοὺς ἄλλους κρίνων διὰ φιλόσοφον ἐπιείκειαν ἐξ ἀλλήλους διὰ πάντων ἀνακυκλούμενον περιοδικῶς παρέπεμπον. ὑμεῖς δὲ ὡς ἰαμβισμόν τινα παλαιὸν ἢ σιλλον ἄλλον ἢ Ἰταλικὸν φάμουσον1186 ἀποτριβόμενοι ἀλλήλοις, οἷον ἐνεπλάσσετε καὶ τὸ καλοῦν ὑμῶν γράμμα μέγαν ἐμὸν κόσμον, ὃν ἐτορνεύσατο φιλία, Πλατωνικῶς φάναι1187, τοῦ Ἐμπεδοκλείου σφαίρου1188 καινότερον εἰς ἀλλήλους ἀκόσμους διαστάντες κατὰ νεῖκος σφαιρηδὸν ἠκοντίζετε1189, ὡς εἴϑε γε καὶ προσαϑύροντες1190· ἑνοποιὸν γὰρ τὸ οὕτω σφαιρίζειν εἴτε μηλοβολεῖν ἢ καὶ παιδιῶδες ἄλλως1191· νῦν δὲ ἀλλ’ οὐ βούλομαι σφόδρα λυπεῖν, δέος μέντοι οὐ μικρόν, μὴ καὶ τῇ καϑ’ ἡμᾶς γενεᾷ τὸ προφητικὸν πνεῦμα κατὰ καιρὸν ἐγκελεύσεται πάλιν «συνάχϑητε καὶ συνδέϑητε τὸ ἔϑνος τὸ ἀπαίδευτον»1192. τοιοῦτον ὦ σοφὴ καὶ φίλη μοι κεφαλή, τὸ ἐμὸν ἀγνόημα εἴτε ἀτύχημα, ὑμῶν δὲ κοινὸν ἁμάρτημα· οὐ γὰρ ἂν ὑποστείλωμαι τὸ μὴ οὐκ ἐλέγχειν τοὺς φίλους τοῦ δέοντος ἀποπίπτοντας (κολάκων γὰρ τὸν πάντ’ ἐπαινεῖν φιλίας πρόςχήματι)· οὐκ ἀπέχρη δὲ ἄρα τὸ κοινῶς ὑμᾶς δυσαρεστηϑῆναι1193 πάντας τῷ γράμματι, ἀλλὰ καὶ ἱδίαν αὐτὸς μέμψιν προσεπετρίψω δριμύτερον τὴν ἐπιγραφὴν γραψάμενος, ἥπερ εἶχε μὲν ἐπὶ λέξως οὕτω· «τοῖς περὶ τὸν λογιώτατον κῦριν Εὐϑύμιον τὸν Τορνίκην λογιωτάτοις διακόνοις. σὺ δ’ ὁ γενναῖος ὑπὸ βαρείας εὐϑύνας ἤγαγες, ὡς Ἴωνές ποτε τὸ ἐπιβώμιον ἐπίγραμμα, τὸ «Ἡρακλείτῳ (τῷ)1194 Ἐφεσίῳ"1195. ἀλλ’ ἐκεῖ μὲν παρὰ1196 τὴν προσῳδίαν τὸ ἀμφίβολον εἴτε τῷ φιλοσοφῳ Ἡρακλείτῳ ἀνατεϑείη ὁ βωμὸς εἴτε τῷ Ἡρακλεῖ, ἐνταῦϑα δὲ, ὡς αὐτὸς ἔφης, εἰς διττὰς ἐννοίας, ἤδη δὲ καὶ ἐναντίας τὰ ῥητὰ μερίζων καὶ μεριζόμενος ἀμφιβόλως μὲν εἶχες, οὐδετέραν δὲ καϑ’ ἡδονὴν, προσίεσο, παρ’ ὅσον καὶ ἀμφοτέρας ϑυμοδακεῖς ἐνόμιζες. δυεῖν γὰρ ϑάτερον ἔλεγες τοὐπίγραμμα βούλεσϑαι, ἤτοι τὸ καὶ σὲ τοῖς περὶ σὲ περιφέρεσϑαι· οὕτω γὰρ ὠνόμαζες1197, τὸ συνάπτεσϑαι καὶ ὡς μηδὲν ὃν σοί τε κἀκείνοις ξυνὸν ἤλγεις τὴν καρδίαν, ὡς ἂν ἐϑνικοῖς ἢ τελώναις συγκαταλεγόμενος ἢ μόνοις ἐκείνοις ἐγκεχαράχϑαι τὸ γράμμα, οὐ μὴν καὶ αὐτῷ σοί, ὥστ’ οὐδ’ ἀναπτύσσειν ἠξίους τὸ μηδέν σοι προσῆκον, ἀλλ’ εἰς ἐκείνους παῥαπέμπειν, οἷς καὶ ἀπέσταλταί ὃ καὶ τεκμήριου τίϑεμαι τοῦ μὴ ἐρωτικῶς ἔχειν περὶ αὐτό. εἰ γὰρ ἧρας καὶ ἄλλων παρανοούντων1198 τοὐπίγραμμα καὶ τοῦ γράμματος ἀλλοτριούντων σε, οὐδ’ οὕτως ἂν αὐτὸς ἀπέσχου τοῦ ἀντιποιεῖσϑαι καί σοι μᾶλλον προσήκειν αὐτὸ διϊσχυρίζεσϑαι, ὣσπερ καὶ τὸ μῆλον τῆς μυϑικῆς Ἔριδος ἑκάστη1199 τῶν ἐπ’ αὐτῷ κρινομένων ἐξιδιοῦτο αὐτῷ ἐπιγράμματι καὶ πρὸς ἑαυτὴν εἷλκεν ὡς τῶν λοιπῶν καλλιστεύουσα. σὺ δὲ ἀλλὰ καϑ’ ἑαυτοῦ παρεξηγούμενος τὸ ἐπίγραμμα ἐκὼν ἐξέπιπτες τοῦ κοινοῦ γράμματος καὶ ἤλγεις, ὡς φῇς, ὑπεροφϑεὶς ἀπροσαύδητος, ὀδύνας αὐτὸς σαυτῷ προστιϑείς, μᾶλλον δὲ δίκας ἐμοὶ διδοὺς τῆς ἀδίκου τῶν γεγραμμένων ἐκδοχῆς. ἡμεῖς (μὲν)1200 γάρ, ὡς τὰ πλείω γράμματα, |1201| καϑὼς εἴρηται, εἰς ἓν συνείλομεν, ἀκολούϑως καὶ τοὐπίγραμμα συνάγοντες πάντας μὲν πρὸς ὄνομα καταλέγειν παρήκαμεν, σχήματος δὲ λόγου γοργότητος συλλητττικῶς καὶ κατ’ ἄϑροισιν ἀνώνυμον ὡς εἴς1202 τινα κορυφαῖον διαφανῆ καὶ ἔξοχον ὄντα σε τοὺς ἄνδρας περιεγράψαμεν, σοὶ τιμὴν ἐντεῦϑεν ἀρνύμενος, ὦ ϑαυμάσιε, ὡς ἂν καϑ’ ὑπεροχὴν ὠνομασμένῳ καὶ διὰ τοῦ γενεῆϑεν1203 ἐπωνύμου κλεϊζομένῳ ἐπισημότερον, παρὰ τῶν παλαιῶν μεμυημένοι καὶ ταῦτα. σὺ δὲ ἀλλὰ δεινὸς ὢν περὶ λόγους ἀνὴρ κατ’ ἐκεῖνον, ὃς τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο, τὸ ἐξαῖρον τὰ κατὰ σὲ σέμνωμα σοφιστικώτερον στρεβλώσας εἰς ἐννοίας ἀτόπους καὶ ἀλγεινάς σοι περιηγκώνισας, δι’ ἃς οὐκέτι ἔτλης, ὡς δεδήλωκας, ἄντην εἰσιδέειν1204 τοὐπίγραμμα ὡς ἔχϑιστόν σοι μᾶλλον ἢ τοῖς σταυρωταῖς ὁ τίτλος τοῦ σωτηρίου σταυροῦ1205, πολλοῦ γε ἔδει ἀναπτύξαι κἀπὶ τὰ ἔνδον παρακύψαι ὡς εἰς ἄλλο χάσμα Χαρώνειον, οὕτω ῥιγίστης ἀποφορᾶς ἐν προϑύροις1206 εὐϑὺς ὀσφραινόμενον καὶ οἷον ἀποπνιγόμενον· ὅτε μὲν γὰρ ὡς συνάπτον σε τοῖς σοῖς πολίταις καὶ σὺν διακόνοις ἱεροῖς ὑπεβλέπου τοὐπίγραμμα, ἄλλην συμφορὰν οὑκ ἀνασχετὴν τὴν περιφορὰν ἐνόμιζες, ὅτε δ’ αὖ ὡς1207 οὐχὶ καὶ σοι ἀλλὰ τοῖς περὶ σὲ μόνοις γεγράφϑαι τὸ γράμμα δῆλον ἐφαντάζου. ἅτε παρὰ ϑύρας ἧκον ἀπερρίπτεις ϑύραζε καὶ οὐ χειρὶ κατὰ τὸν εἰπόντα διπάλτῳ1208, ἀλλὰ διπλόῃ πεπανουργευμένης ἐκδοχῆς αὐτὸς σαυτὸν κεντῶν ἐβασάνιζες. ἀλλ’ ἵνα γνοίης, ὅτι μάτην τετάραξαι, λογισμῶν οὐκ ἀγαϑῶν ἀναβεβηκότων ἐν τῇ καρδίᾳ σου καὶ ὡς οὐδὲν ἐστιν ὑγιὲς ὧν δοκεῖς σάφ’ εἰδέναι ἄλλους μὲν λόγου1209 τέκτονας ἀγαϑοὺς χρωμένους τῷ τοιῷδε σχήματι οὐχὶ κατὰ τὴν διπλόην τῆς σῆς ἐκδοχῆς, ἀλλὰ κατὰ τὴν ἐμὴν τὴν ἁπλῆν τε καὶ ἀληϑῆ παρήσω τῷ τέως, μὴ καὶ ἐπ’1210 ἄπειρον μῆκος ἐπεκταϑῇ μοι τὸ γράμμα τὸν ποιητὴν δὲ παραστήσομαι πρῶτον, ὃς πολλαχοῦ μὲν τὰ ἔπη κοσμεῖ τῷ τοιούτῳ σχήματι, μᾶλλον δὲ τοὺς διαφανεστέρους τῶν ἡρώων σεμνύνει διά τῶν οὕτω σχηματιζομένων ἐπῶν, οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τῇ πρώτῃ παρατάξει τῆς συμβολῆς οὕτω γράφῶν·.

οἱ μὲν ἐκήρυσσον, τοί δ’ ἡγείροντο1211 μᾶλ’ ὦκα,

οἱ δ’ ἀμφ’ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες

ϑῦνον κρίνοντες1212.1213

Καὶ αὖϑις·

οἱ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα1214 ἄνακτα,

Τεῦκρον Μηοιόνην τε, Μέγην τ’, ἀτάλαντον Ἄρηι,

ὑσμίνην ἤρτυνον.

τί πρὸς ταῦτα ἐρεῖς;|1215| πότερον Ὅμηρος Ἀγαμέμνονα Αἴαντάς τε καὶ τοὺς ἄλλους τῶν Ἑλλήνων ἡγεμόνας τῇ περιλήψει τῶν ἀμφ’ αὐτοὺς κοινώσας εἰς τὴν σὴν δακνηρὰν συμπεριφορὰν κατήνεγκεν, ἢ τοὺς μὲν περὶ αὐτοὺς ὁρμᾶν καὶ ἀρτύειν τὴν μάχην φησίν, αὐτοὺς δ’ ἀπομάχους ποιεῖ σχολὴν ἄγοντας κατ’ ἴσον τῷ Ἀχιλλεῖ; τάχα δ’ ἂν Ὅμηρον παραγράψαιο ἀφέτῳ γλώττῃ καί αὐτονόμῳ τὰ πολλὰ τερϑρευόμενον κατ’ ἐξουσίαν ἀνεύϑυνον καὶ μουσόληπτον, ἀλλ’ ἐχεῖνο τὸ Θεολογικόν, ὅτι «καὶ φατρία τις περὶ ἡμᾶς οὐκ ἀγενὴς ἦν ὑπ’ ἐκείνῳ καϑηγεμόνι παιδευομένη; μῶν καὶ ὁ πάνσοφος οὗτος πατὴρ περὶ ἑαυτὸν καὶ τὸν ἑταῖρον Βασίλειον φήσας φατρίαν τινὰ Ἐλληνίδα τάχα καὶ πολόϑεον, ἢ τῇ συμπεριφορᾷ ᾔσχυνεν ἄμφω ἤ τῆς ὑπὸ καϑηγεμόνι τῷ ϑείῳ Βασιλείῳ φατρίας ἠλλοτρίωσεν; ἄπαγε, ἄπαγε. παραγέσϑω καὶ τρίτος μάρτυς ὁ τῶν ϑείων εὐαγγελιστῶν ἑλληνικώτερος τὴν γλώτταν |1216| καὶ ῥητορικώτερος, ἵνα σταϑῇ τὸ παρ’ ἡμῶν λεγόμενον ῥῆμα· γράφει καὶ οὗτος ἐν ταῖς Ἀποστολικαῖς Πράξεσιν ὧδε· «ἀναχϑέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλϑον εἰς Πέργην τῆς Παμφυλίας» καὶ «διελϑόντες ἀπὸ τῆς Πέργης ἦλϑον εἰς Ἀντιόχειαν τῆς Πισιδίας»1217. ὅρα κάνταῦϑα τὸν σοφὸν τοῦτον ἀπόστολον, οὗ τὰ χείλη κατὰ τὸ ᾎσμα1218 τῶν ᾈσμάτων σπαρτίον κόκκινον καὶ εἴ σοι βουλομένω ἐστὶν ἐπενέγκωμεν ποτὶ σπάρταν ταύτην τοὺς τῆς ἐπιγραφῆς λίϑους1219, τὸν τ’ ἐμὸν τὸν ἀποδοκιμασϑέντα παρὰ σοῦ καὶ τὸν σὸν τὸν τοῦ σκανδάλου, τὸν τοῦ προσκόμματος1220· πρὸς τοῦτον γὰρ ἀπευϑύναντες ὀψόμεϑα πότερον αὐτῶν ἐνδιαστρόφως ἔχει, ὀψόμεϑα δὲ οὕτως. εἰ μὲν Παῦλον ὁ Λουκᾶς τῇ συμπεριφορᾷ τῶν περὶ αὐτὸν καταβάλλει ἢ τοὺς μὲν περὶ αὐτὸν ἀναχϑέντας ἀπὸ τῆς Πάφου φησὶν ἐλϑεῖν εἰς Πέργην κἀκεῖϑεν εἰς Ἀντιόχειαν, αὐτὸν δὲ Παῦλον ἐν Κύπρῳ ἀπολελεῖφϑαι, ἄριστα τὴν ἀμφίκρημνον ἐκδοχὴν τῇ ἐπιγραφῇ ἐφήρμοσας καὶ σὸς ἔσται ὁ πυραμοῦς καὶ περιγενόμενος ᾄσεις «τήνελλα καλλίνικος»1221. εἰ δὲ μηδέτερον τούτων ἀληϑές· τὸν τε γὰρ Παῦλον ἐκϑειάζων ἐξαιρει ὁ Λουκᾶς καὶ τοῖς ἐκ Πάφου καὶ Πέργης εἰς Ἀντιόχειαν ἐλϑοῦσι συνέκδημον εὐϑὺς ἱστορεῖ καὶ δημηγοροῦντα τοῖς ἐκεῖ. ἐπίγνωϑι ὅπως ἐγὼ μὲν ἐπιστέλλων δεξιᾷ χειρὶ ἐπιγέγραφα, ἐξαίρων καὶ κυδαίνων σε τῷ καϑ’ ὑπεροχὴν σχήματι, ὁποίῳ Ὅμηρος μὲν Ἀτρείδην καὶ Αἴαντα, καὶ τοὺς λοιποὺς ἥρωας, Γρηγόριος (δὲ) ἑαυτὸν καὶ Βασίλειον καὶ Λουκᾶς Παῦλον, σὺ δ’ οὐκ οἶδ’ ἐν λαιᾷ τοῦτ’ ἐδέξω καὶ ἐξεδέξω σοφιστικώτερον, μᾶλλον δὲ ·καὶ ἀμφοτέραις ἀπώσω ὡς μηδαμοῦ καταϑύμιον. εἰ δὲ λέγων εὖ οὕτω πράγματ’ ἔχω καὶ παραβιάζομαι ἀποδύεσϑαι δι’ ἀδολέσχου μακρηγορίας εἰς ἀπολογητικοὺς ἀγῶνας, πεφυλαγμένος μὴ παλαιᾶς ἐκπέσω φιλίας διὰ καχύποπτον ὑπόνοιαν, τί ποτ’ ἂν πάϑοιμι τλήμων ἐγώ, εἴ τι που ἐκμελὲς λάϑω φϑεγξάμενος; ἄμεινον οὖν σιωπᾶν, ὅπερ καὶ ἄλλως συμπῖπτον ἀνάγκη δήπου στέργειν, εἴπερ, ὡς διεμηνύσω μοι, εἰς Ἀσίαν μετάκλητος γεγονὼς δεῖν ἔγνως ἐχεῖ μεϑορμίσασϑαι, ἔνϑα ἀνέφελος αἴϑρη πέπταται1222, ἔνϑα ὁ τῆς καϑ’ ἡμᾶς ἱερωσύνης ἥλιος, παρ’ ᾧ βιοτεύων τῆς καϑ’ ἡμᾶς ἑσχατιᾶς καὶ τοῦ κότου καὶ ζοφεροῦ λειμῶνος τῆς ἄτης ἐπιλήσῃ τελέως καὶ οὐδ’ ἐπιστέλλειν καὶ ἀντεπιστέλλειν ἐξέσται τοῦ λοιποῦ· μέγα γὰρ τὸ μεταξὺ χάσμα ἐστήρῖκται. τάχα δὲ καὶ αὐτὸς οὐκ εἰς μακρὰν ἐνϑένδε μεταβὰς διαστήσομαί σου μείζονι πολλῷ χάσματι· τί γὰρ ἄλλο δι’ ἐλπίδος ἡμῖν τῆς ἐπὶ γήραος οὐδῷ1223 βραχύ τι καὶ τεϑνηκὸς ἤδη πνέουσιν; ἀλλ’ ὅποι ποτὲ καὶ διάγοις, ὦ φίλη ψυχή, τοῦ ϑεοῦ τὰ κατὰ σὲ διακυβερνῶντος εἴης εὐδαιμόνως ἔχων καὶ ἡμᾶς ἐν μέρει μνήμης ἀεὶ τιϑέμενος καὶ μάλιστα ἐν ταῖς ἱεραῖς προσευχαῖς. προσειρήσϑω παρ’ ἡμῶν ὁ πανσέβαστος Δοξαπατρῆς +.

10.1224 |1225| Τῷ Τορνίκῃ κῦρι Εὐϑυμίῳ

+ Ὡς τραγικώτατα τὴν Ἰταλικὴν τυραννίδα μεγαληγορεῖς οἷς ἐπιστέλεις, λογιώτατε καὶ πονεντιμώτατε δέσποτα, καὶ εἴπερ ὡς πρότερον καὶ νῦν ἑλληνικὰ ϑέατρα καὶ σκηνὴ διεσκεύαστο |1226| καί ϑεαταὶ παρῆσαν καὶ ἀκροαταί, σψόδρα ἂν ἐϑαυμάσϑης τῆς περιπαϑοῦς μεγαλοφωνίας. ἀλλὰ τοῦτο μὲν καὶ αὐτὸς ϑαυμάσας οὐ πάνυ τι ϑαυμάζοιμ· ἂν, εἰ γλῶττα οὕτω περὶ τὸ εὖ λέγειν γυμνασαμένη ὡς καὶ τὰ μικρὰ μεγαλοπρεπῶς ἑρμηνεύειν καὶ ὑπερσέμνως τὰ εὐτελῆ, εἶτα καὶ τὰ μεγάλα μεϑ’ ὅσης μεγαλειότητος λόγου καὶ ἀναλόγως ἀπήγγειλας. ἐκεῖνο δέ μοι μᾶλλον ϑαυμασιώτερον φαίνετα καὶ μωσαϊκὸν ἀτεχνῶς, ὅτι καὶ συγκακουχεῖσϑαι μᾶλλον εἵλου ὁμοφύλῳ λαῷ ἐν ἐν Χαλκίδι ἢ κατὰ Βιϑυνίαν ἔχειν ἀνέσεως ἀπόλαυσιν πρόσκαιρον. ἧπου καὶ ὡς Ξενοφῶν ὁ σωκρατικὸς μελέτην πολέμου μετὰ κινδύνων εἶναί φησι τὰ κυνηγέσια1227, οὕτω καὶ αὐτὸς μαρτυρίου γυμνάσιου οὐκ ἀκύνδυνον πεποίησαι τὸ παραβάλλεσϑαι πρὸς βαρβάρους μισανϑρώπους ϑηρίου παντός; Βάσανος γὰρ ἀρετῆς φιλοσόφου εἴπερ τι οἱ τυραννικοί καιροί, οἴπερ ἀκούεις τοῦ Ἀναξάρχου ϑύλακον ἐν ὅλμω πτισσόμενον1228 καὶ τὸ σκέλος Ἐπικτήτου ἀδέτως δεσμούμενον. τάχα καὶ τὸν λογιώτατον Καλοκαιριὸν ταῦτά σοι φρονεῖν ἠρέϑισας καὶ τοῦ μεϑ’ ἡμῶν ἠσύχως καὶ ἀκινδύνως σχολάζειν τὸ μετὰ σοῦ ἀνδρίζεσϑαι φιλοσοφώτερον νομίζειν καὶ καιριώτατον καὶ παρὰ τοῦτο, οἶμαι, τῆς πρὸς τὰ δεῦρο ἐπναζεύξεως ἐπελάϑετο. καὶ εἰ τοῦτο, οὐ πάνυ τι ἄχϑομαι, εἰ μόνον μετὰ σοῦ τῷ χαλεπῷ καιρῷ ἀντιτάσσεται καὶ ἐνευκαιρεῖ μεϑοδείᾳ πράξεων ὑψηλοτέρᾳ παντὸς σχολαστικοῦ ϑεωρήματος, εὖ μὲν εἰδὼς καιρὸν σχολῆς, εἶ δὲ καιρὸν πράξεως, καὶ πότε μὲν χρὴ πραΰνεσϑαι ἀφ’ ἡμερῶν πονηρῶν πότε δὲ τὸν πραῢν εἶναι μαχητὴν καὶ εἴπερ τοῖς μὲν βαρβάροις δι’ αἰδοῦς ἔσεται καὶ σεβάσματος, τοῖς δ’ αὖ ὁμογενέσι παρήγορος καὶ παρακλήτωρ εἰς μεγαλοψυχίαν εὐχάριστον +.

11. 1229 Τοῦ αὐτοῦ πρὸς τὸν κῦριν Εὐϑὺμιον

+ «Ὡς σπαρτίον (τὸ)1230 κόκκινου χείλη σου καὶ ἡ λαλιά σου1231 ὡραία». τοῦτο, οἶμαι, Σολομῶν πρὸς τὴν ἐπιστημονικὴν ψυχήν, εἴτ οὖν νύμφην, εἴρηκε, καϑότι οἱόν τι σχοινίον φοινικοβαφὲς διὰ τῶν χειλέων ἡ φωνὴ τὸ τε ἐξέχον ἐλέγχουσα καὶ τὸ εἰσέχον εἰς ἰϑυτενῆ γραμμὴν ἀποξέει· διὰ τοῦτο καὶ ἐπάγει εὐϑὺς «καὶ ἡ λαλιά σου ὡραία». Κατά καιρὸν δὲ πάντα φϑέγγεται. ἐπεὶ γοῦν καὶ ἡμεῖς ἴχνεσιν ἀμυδροῖς τῶν τῆς ψυχῆς καὶ σώματος ἀντιϑέσεων ἐπακολουϑήσαντες φιλοτιμότερον ἐπετάϑημεν εἰς τὸ ἀρχιτεκτόνημα τοῦτο, δέον ἐκρίναμεν ἐμφανίσαι τοῦτο τῇ σῇ λογιότητι καὶ ποτὶ σπάρτα τῇ σῇ παραϑεῖναι καὶ γνωριεῖν ὅπως ἄρα καὶ ἔχει. καὶ εἰ μὲν κρίνεις ἄξιου ἀκοῆς διάδος καὶ τοῖς αὐτόϑι φιλολόγοις, εἴ περ μὴ ἀπεβαρβαρώϑησαν ὑπὸ τῆς κρατούσης Ἰταλικῆς τυραννίδος ἢ καὶ εἰς ἀλλοτρίαν ἀπωκίσϑησαν, ὥσπερ Πυϑαγόρας μὲν διὰ τὴν τυραννίδα τοῦ Πολυκράτους εἰς Ἰταλίαν μετῴκησεν, ἀφ’ οὗ καὶ Μεγάλη Ἑλλὰς ἡ Ἰταλία ὠνόμαστο1232. Ἀριστοτέλης τὰς Ἀϑήνας λιπὼν εἰς τὴν κατὰ σὲ Εὔβοιαν μετέβη1233 τὴν τυραννιχὴν συκοφαντίαν περιϊστάμενος, ἄλλην ἐπ’ ἄλλῃ ὡς |1234| ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει σῦκον τ’ ἐπὶ σὑκῳ συνεχῶς ἐπανατέλλουσαν· εἶχε δὲ πρὸ ὀφφαλμῶν τὸ τοῦ Σωκράτους κώνειον. εἰ δ’ ἄλλως σοι δόξει ἔχειν, ἀνάπεμψον αὖϑις πρὸς τὸν πέμψαντα. ἔρρωσο ἡ τῶν καϑ’ ἡμᾶς φυλλολόγων ἐπιφυλλις +.

12. Τῷ Τορνίκῃ κῦρί Εὐϑνμίῳ

+ Οὐδέν ἐσμεν οἱ σαπροί· τοῦτο ὅτῳ μὲν τῶν παλαιῶν εἴρηται, οὐδέπω εὗρον, ὅτι δ’ ἀληϑὲς πάλαι ἔγνων αὐτὸς παρ’ ἐμαυτοῦ διδαχϑεὶς. ἐπειδὴ δὲ τοιοίδε ἐσμέν, ὅποι ποτὲ ἄρα καὶ |1235| διατρφομεν, εἴτε ἐν φαύλοις χωρίοις εἴτε ἐν φροντιστηρίοις ἱεροῖς, οὐδέν ἐσμεν ὡς οὐ μόνον σαπροὶ ἅτε ἐσχατογέροντες, ἀλλὰ καὶ ὡς πάλαι νεκροί, οἵ παρὰ μὲν τῷ ἀποστόλῳ1236 ἐν ἀτιμίαις σπείρεσϑαι λέγονται, ἐν μνήμασι δηλαδὴ κατορυττόμενοι, ἃ καὶ ἀκαϑαρσίας γέμειν ὁ σωτὴρ εἴρηκεν1237, ὁ δέ γε Δημόκριτος «νέκυές» φησι «κοπρίων ἐκβλητότεροι». σὺ δ’ ἀλλὰ δεινὸς ὢν λέγειν καὶ γράφειν, ὦ ϑεσπεσία μοι κεφαλή, τοὺς οὐδὲν ὄντας ὡς σαπροὺς καὶ νεκροὺς καὶ τῆς ἱερας αὐλῆς μακρὰν ἐξωσϑέντας ὡς βολβίτων ἐκβλητοτέρους1238 τοῖς τιμιωτέροις τῶν ὄντων παραβάλλεις σεμνολογῶν· ὑπὸ γὰρ τοῦ σφόδρα φιλεῖν ἐπισκοτούμενος τὰ τῶν φιλουμένων οὐδὲν ὄντα ἢ μικρά τινα κομιδῇ μεγάλα φαντάζῃ καὶ ὀνομάζεις, ὁποῖόν τι καὶ ἡ ἐν φροντιστηρίῳ μετοίκησις, ἣν λόγοις ἐπαίρων ἐξύμνησας ὡς ἀτεχνῶς ὑπέργειον καὶ ϑείαν μετάϑεσιν. ἐγὼ δὲ ἀλλὰ μὴ οὕτω παρὰ τῶν σῶν χαυνωϑείην Σειρήνων, ὡς ἀφ’ οἱουδήτινος τόπου βέλτιον ἐμαυτὸν φοντάσασϑαι· ἐπέσκεμμαι γὰρ κατὰ λόγον, οἶμαι, ὡς οὔτε φαυλότης τόπου κακύνει τὸν σπουδαῖον, οὔτε σεμνότης τὸν φαῦλον ἠγάϑυνε. τίς γὰρ τοῦ οὐρανοῦ καὶ τῆς Ἐδὲμ χῶρος ἄλλος ἱερώτερος; ἀλλὰ τοῦ μὲν ὁ Ἑωσφόρος1239 ἑκὼν κακυνϑεὶς ἐκκεκύλιστο, τῆς δὲ ὁ γενάρχης ϑύραζε πέπτωκεν· οὕτως οὐδὲν τῆς τῶν ϑείων χώρων σεμνότητος ἑκάτερος αὐτῶν ὤνατο. πάλιν1240 Ἰωσὴφ δεσμωτήριον οἰκῶν οὐ παρὰ τοῦτο χείρων ἑαυτοῦ γέγονεν εἰς τὸ συγκρίνειν προφητικῶς τὰ τῶν συνδεσμωτῶν ἐνύπνια· τί δὲ ὁ ϑεῖος Ἰερεμίας ἆρα ἐν τῷ λάκκῳ1241 τυντλάζων τὴν προφητικὴν ἐσπίλωτο ἁγιότητα1242, ἢ ὁ μέγας Ἰὼβ ἐπὶ κοπρίας καϑήμενος ἀνάξιος ἐδοξε διομιλεῖν τῷ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζοντι1243; ὁρᾷς ὅπως ὡς οὐδὲν ὤνησεν ἐκείνους ἡ σεμνότης τῶν τόπων, οὕτως οὐδὲ τούτους ἡ φαυλότης ἔβλαψεν· οὐκοῦν μηδὲ ἡμᾶς τῆς εἰς τὸ σεμνεῖον μετοικίσεως μακάριζε, ἀλλ’ ὑπερεύχου μᾶλλον, μὴ ἀναξίως τοῦ ἱεροῦ χώρου ἀναστρεφόμενοι πολὺν ὀφλήσωμεν τὸν κατάγελων. διαφυλάττοιο ἐρρωμένος ψυχῇ τε καὶ σώματι εἰς χρόνους μακροὺς ὡς μέγα πολλῶν ὄφελος καὶ λυπουμένων ϑεία παράκλησις.

13. 1244 Τῷ Τορνίκῃ κῦρ Εὐϑνμίῳ

Βαβαὶ τοῦ φϑέγματος, βαβαὶ τῶν χαρίτων, ὅσας τὸ ἀνοιγμένον τοῦ λόγου εἰς ἕνα κεστὸν συνήρμοσε, πρὸς οὖν τοιαύτας χάριτας ἔδει με τὸ στόμα ἐκεῖνο ἀναλαβεῖν καὶ ἀντιφϑέγξασϑαι ὅμοια. ἀλλὰ ποῦ μοι τὰ τῆς φωνῆς, ποῦ μοι τὰ τῆς μνημοσύνης καὶ ἄλλο εἴ τι οἶδε συνεισφέρειν εἰς τὴν τοῦ λόγου συντέλειαν· πάντα ἀπόλωλε καὶ διέφϑορεν ὡς ἔοικε γὰρ ὁ ϑεὸς οὐκ εἰς ἀξίαν ποινήν μοι νενόμικε τὸ ἀπογυμνῶσαι ἱερωσύνης, τὸ ἐξῶσαι ϑείου ναοῦ καὶ τῶν ϑησαυρῶν τοῦ ἱεροῦ καὶ ἀποξενῶσαι κλήρου ϑεοῦ· ἀλλὰ καὶ τὰ λείποντά μοι φυσικῶς προσαφῄρηται, φϑέγμα φημὶ πρέπον τῇ κατ’ ἐμὶ ἡλικίᾳ καὶ κεκοσμημένον πολυπειρίᾳ, εἴασε δὲ μᾶλλον νηπιῶδες καὶ ψελλιζόμενον καὶ μηδ’ ἔχειν εὐχερῶς στέλλειν τοῖς ἀγαπῶσι τὰ προσήγορα. τοιούτοις οὖν οὖσιν ἡμῖν σύγγνωτε, ὦ φίλοι, τῆς ἀγραφίας καὶ μόνον εὑρίσκοντες (τινὰς) ἐκ τῶν ὧδε πρὸς ἡμᾶς ἥκοντας πυνϑάνεσϑε πῶς ἄρ’ ἔχω. καὶ ὁ κύριος εἴη μεϑ’ ὑμῶν.

14. 1245 Τοῦ παναγιωτάτου Ἀϑηνῶν πρὸς τὸν Ναυπάκτου

1246 «Καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ εἰπεῖν λόγον»1247. ἐγὼ τοίνυν, ὦ ϑεσπέσιε δέσποτα, ὑπὸ τῆς νόσου καταποϑεὶς «ἐκωφώϑην καὶ ἑσίγησα ἐξ ἀγαϑῶν»1248 καὶ εἶπον «οὐκ ἀνοίξω τὸ στόμα»1249 οὐδὲ λαλήσω παιδικὰ βατταρίσματα μᾶλλον δὲ ἀσύνετα. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ προσφϑἐγξασϑαι τὴν σὴν σοφίαν ἐπὶ τοσούτοις ἔτεσι· μὴ γὰρ ὑπολαβέτω ἡ ἁγιότης σου ὡς ἄλλο τι ἧν τὸ κατέχον τὴν ἐμὴν φωνήν. ἀλλὰ νῦν λόγον φϑέγγομαι, ὃν ἡ φύσις ἀναγκάζει με καὶ ἡ διὰϑἐσις τοῦ πνευματικοῦ μου υἱοῦ κῦρ Γεωργίου τοῦ χαρτοφύλακος, ὅστι ἐμὸς γέγονε ταῖς κατὰ λόγον καὶ μαϑημάτων ἀνεμάξατο ὅσα εἰκός· καὶ νῦν, ἐπεὶ τὸν μακαρίτην Κερκύρας ὁ ϑεὸς προσελάβετο καὶ ἔδει τὸν τούτου ϑρόνον διαδέξασϑαι ἕτερον, ἐποιήσασϑε, ὡς ἔμαϑον, ψῆφον καὶ ἐμνήσϑης τοῦ κῦρ Γεωργίου, ὡς ἤκουσα, (καὶ) προέκρινας. ἀξιῶ γοῦν καὶ αὐτὸς τὴν ἁγιωσύνην σου, ὡς ἂν ἐμὴν χάριν καὶ διὰ τὴν τοῦ μεγαλουργοῦ Δούκα ϑέλησιν (ἀγαϑὸν γὰρ ϑέλημα ἔχει εἰς τὸν τοιοῦτον) κατανεύσῃς ὁλοσχερῶς εἰς τὴν αὐτοῦ χειροϑεσίαν καὶ οὕτως οὐ παυσομαι |1250| ὑπερεύχεσϑαι τῆς ἁγιωσύνης σου, ἣν διατηροίη ὁ ϑεὸς ἀνωτεραν παντὸς κακοῦ πολυχρόνιον.

Καὶ ὄπισϑεν ἐπιγραφὴν ταύτην

Τῷ ἁγιωτάτῳ μου δεσπότῃ καὶ ἐν κυρίῳ ἀγαπητῷ ἀδελφῷ, τῷ ὑπερτίμῳ κῦρ Ἰωάννῃ τῷ Ναυπάκτου ὁ Ἀϑηνῶν Μιχαήλ.

15. Ἀντίγραμμα προς τὴν τοιαύτην γραφήν

+ Τὰ μὲν τῆς σῆς ἐμοὶ μακρᾶς ἀποσιωπήσεως οὕτως ἐχέτω, τιμία μοι κεφαλή, καἰ πείϑομαι· βαρὺ γὰρ λόγους εὐωριάζειν1251 τοιούτου πατρός1252. ἀλλ’ ἐγὼ τὴν ἐπὶ τοσοῦτον σιγὴν τῆς σῆς γλώσσης καὶ κατὰ τοὺς ἀεννάους ῥεούσης τῶν ποταμῶν ἄντικρυς ἀποστροφὴν ἡγούμην ϑεοῦ καὶ βαρυτέραν τῆς ἐννάτης τῶν Αἰγυπτίων πληγῆς1253· ἐπεὶ δὲ ἐπεσκέψατο ἡμᾶς ὁ ϑεὸς καὶ ἐφϑέγξω, ἀντιλαλῶ1254 καὶ αὐτὸς ὁλίγα πάντῃ καὶ τὸ ὅλον λακωνικά, οὕτω με βιαζομένων τῶν ἀρρωστημάτων, ὑφ’ ὤν καὶ ἐκτέτηκα. τό τε γὰρ μοι εὐώνυμον οὖς ἔτος ἤδη δεύτερον παρελϑὸν ἀδιάκοπον ἧχον ἠχεῖ καὶ βαρὺν καὶ τῷ αἰσϑήτρῳ τούτῳ βαρέως ἀκούω καὶ ἠγανάκτησα κατηχούμενος, καὶ ἂν που χειρὶ ἐπιπωματίσω τὸ δεξιὸν ἢ ἐπιφράξω δακτύλῳ ὡς Ὀδυσσεύς ποτε κηρῷ τὰς ἀκοὰς τῶν ἑταίρων, ὅτε Σειρῆνας παρέπλεε1255, μένω κατὰ τοὺς ἀνδριάντας οὐκέτι μὲν δύσκωφος, τὸ δὲ σύμπαν ὡς ἐκεῖνοι κωφός1256, ἀλλὰ διὰ τὴν τῶν παϑημάτων ἀπαγγελίαν τῆς βραχυλογίας τὴν ὑπόσχεσιν ἐψευσάμην. πάσχω δὲ καὶ ὠδί· χρόνιος περὶ τοὺς νεφροὺς ἐγένετό μοι λιϑιασμὸς καὶ ἐκπέμπονται διὰ τῆς βαλάνου λίϑοι ποτὲ μεγάλοι ἐρεβίνϑῳ ἴσοι τὸ μέγεϑος καὶ τὸ βαρύτερον ἑτερόσχημοι (εἰς1257 γὰρ πολύγωνα καὶ τρίγωνα καὶ τετράγωνα), καὶ τὸ πολύσχημον τοῦτο τῷ τοῦ φαλλοῦ αὐλῶνι ἐμπῖπτον καὶ ταῖς γωνίαις1258 ἀφόρητον ποιεῖ μοι τῆς ὀδύνης τὴν αἴσϑησιν. ἐνίοτε δὲ διὰ τὸ μέγεϑος ὁ τὴν τῆς οὐρήϑρας ἐπιφάσσων ὀπὴν τὸ τε ὑγρὸν συνόλως ἐπέχει καὶ τοῦτο δριμύσσον τὸν πόρον ῥιπτεῖ1259 τε αὐτίκα εἰς γῆν καὶ πρὸ ὀφαλμῶν ἱστᾷ μοι τὸν ϑάνατον καὶ ἄζωτοι1260 μὲν τὰς ἕδρας μὲν τὰς ἕδρας ἐπλήγησαν |1261|, ἐγὼ δὲ τοῦτο τὸ μέρος εἰμὶ ἑλκεσίβρυτος1262 καὶ ζῶν ὄζω καὶ γίνομαι φόρτος κλίνης μισούμενος· ποδαλγίας δὲ πέρι πάρεργον λέγειν, πλὴν ὅτι ἐνσκήπτουσά μοι καὶ αὐτὴ καιρικῶς ἐλαφρότερον εἰς ἀλγηδόνα δεικνύει καὶ τὸν σωματικὸν μελισμόν· ἐν τούτοις ὄντι μοι, δέσποτα, ὥς τι ἀφίκετο ἀκεσώδυνον φάρμακον τὸ τίμιον γράμμα σου καὶ ἐπέρρωσεν ὥσπερ πρὸς τὴν προκειμένην ὁδὸν καὶ τὴν τοῦ σοῦ κατὰ λόγον υἱοῦ εἰς ἱερωσύνην προβίβασιν, οὗ κλέος μὲν οἷον, ἀκούω, ὄψιν δὲ οὐκ ἀνελεξάμην, φιλῶ δὲ ὅμως τὸν ἄνδρα καὶ τῆς αὐτοῦ ἐξέχομαι σεμνοπρεποῦς βιοτῆς· οὐδὲ γὰρ ψεύδεται τὸν σὸν μαϑητήν, ἀλλ’ ἐξ ὧν ἐμοὶ ἐπιστέλλει, σός τε γενέσϑαι ὁμιλητὴς παριστᾷ καὶ τῆς ἀρετῆς ἀπόζει πόρρω καὶ τῆς σεμνότητος, καὶ οὐκ οἶδα πότερον ἢ αὐτὸς δραμοῦμαι πρὸς τὴν ὀσμὴν τῆς εὐώδου τούτου ἀποφορᾶς ἢ αὐτὸς πρὸς ἡμᾶς διὰ χρῖσιν μύρου τοῦ νοητοῦ. αὐτὰ μὲν ὡδήγησαν καὶ ἤγαγόν με πρὸς τὴν αὐτοῦ ἐπιπόϑησιν καὶ προτοῦ μὲν ἐν ψήφῳ τῆς τῶν Κερκύρων αὐτοῦ μὲν ἐπεμνήσϑην σὴν τε χάριν καὶ τῷ δικαίῳ τιϑέμενος, νῦν δὲ καὶ χειροϑεσία τελεία σαῖς εὐχαῖς τελεσϑήσεται· οὐ γὰρ ὅλως πρέπει τὸν τοῦ τοιούτου τοιοῦτον δεύτερον τῶν ἄλλων ἐλϑεῖν εἰς τὴν πνευματικὴν προκοπήν, ὅπου γε καὶ ϑαρρῶ ἐκ τῆς αὐτοῦ κεφαλῆς χριομένης μᾶλλον ἁγιασϑήσεσϑαι. ἐπίπεμπέ μοι εὐχὰς τῶν σωματικῶν ἐλαφρονούσος ἀρρωστιῶν καὶ ῥωννυούσας πρὸς ἐργασίαν τῶν δικαιωμάτων ϑεοῦ· πιστεύω καὶ γὰρ ϑεῖον εἶναι δικαίωμα καὶ τὴν τοῦ σεμνοβίου Βαρδάνου ἐπιλογὴν εἰς προχείρισιν καὶ τῆς ἐπισκοπικῆς ἀψῖδος ἐπίβασιν.

* * *

1049

 L = Laur. Plut. LIX, cod. s. XIII, 108α–109α, 121β–126α, 130α–131β, 157β–158α, 162.

1050

 L 108α.

1051

 πλούσιος] πρβλ. Ματϑ, ιϑ´, 16–23, Μαρκ. ι´, 17–24.

1052

 ἄκρῳ δακτύλῳ] πρβλ. Ζηνοβ. α´, 61. Corp. par. gr. 1, σ. 24.

1053

 ὡς ... δρόσον Ἀερμὼν] Ψαλμ. πρβλ. ρλβ´, 3.

1054

 ἀναφαίνεται L, ἀναιφαίνεσϑαι Λάμπρος.

1055

 L 108β

1056

 Σταγειρίτην] πρβλ. Ἀριβτοτ. σ. 83α 33· «τερετίσματα γὰρ ἔστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον ἐστίν».

1057

 λέγοντα] Ἰερεμ. ιζ´, 16.

1058

 Δαυὶδ] πρβλ. Ψαλμ. μδ´, 11, 14.

1059

 χρυσέοις ϑυσάνοις] Ἰλ. В 448.

1060

 κόσμον ἀείδουσα] πρβλ. Ὀδ, ϑ 489.

1061

 πεπωκὸτα] L, πεπτωκοτα Λάμπρος.

1062

 Ἑλένης ... ἐπίληϑες] πρβλ. Ὀδυσ. δ 219–221.

1063

 βρυωνίᾳ ἀμπέλῳ] πρβλ. Παῦλον Αἰγινήτην, 7, σ. 233, 45.

1064

 τῇ κατὰ Χριστὸν ἀληϑινῇ ... καρποφόρῳ ἀμπέλῳ] πρβλ. Ἰωάν ιε´, 1–3.

1065

 Στειριώνου] οὕτω γραπτέον ὡς ἐκ τοὐνόματος τῆς νῦν ὑφισταμένης παλαιᾶς βυζαντινῆς μονῆς τοῦ ὁσίου Λουκᾶ «τοῦ ἐν τῷ Στειρίῳ ὄρει"· ἡ δὲ περὶ τοῦτο χώρα δῆμος ἦν Ἀττικὸς λεγόμενος Στειρία ἢ Στεῖρις (ἐϑν. Στειρίτης, ρῖται, ρῖτις, ρίτιδος) ἢ Στειριεύς (Φώτιος ἐν λ). Περὶ τῆς μονῆς ὅρα Γεωργίου Π. Κρέμου, Φωκαϊκά. Προσκυνητάριον τῆς ἐν τῇ Φωκίδι μονῆς τοῦ ὁσίου Λουκᾶ τοὐπίκλην Στειριώτου. Ἀϑήνησιν 1874–1882, τόμ. 1–3, εἰς φύλλον.

1066

 στειριονης L.

1067

 L 109α.

1068

 προπεμπτήρια] L, προσπεμπτήρια Λαμπρος.

1069

 προπεμπτήρια] πρβλ. Φιλόστρ. τ. 1, σ. 121, 202 Kayser· «προπεμπτηρίους ὕμνους αὐτῷ ᾄδειν» . Γρηγ. Ναζ. (τ. 2, σ. 469 Α. Migne)· «τοὺς προπεμπτηρίους ἡμῶν μελετήσατε λόγους», τ. 3, σ. 261 Β· «ὅσον ἐφ’ ὑμῶν τὰ προπεμπτήρια φϑέγξασϑαι». Γρηγόριος πρεσβ. ἐν βίῳ Γρηγ. Ναζ. τ. 1 σ. 297 Α· «γίνεται αὐτῷ τιμή προπεμπτήριος». Θεόδωρος Στουδίτης (σ. 892 C Migne)· «ἐξιτήριοι λόγοι καὶ προπεμπτήριοι». Γενέσιος σ. 103 Bonn· «ὡς δὲ παρεστήκει τοῖς τοῦ ἱλαστηρίου προϑύροις λαμπαδουχῶν ἀφιερῶν τε προπεμπτηρίους φωνὰς» κτλ. 2 παροιμίαν] πρβλ. Μενάνδρου ἀπόσπ. 295 Meinek. Σουΐδας λ. Πύϑια. Ζηνοβ. ς´, 15. Διογ, η´, 35. Corp. paroem. gr. τ. 1, σ. 165, 311.

1070

 L 121β.

1071

 L 122α.

1072

 ποτὶ σπάρταν ... λίϑον] πρβλ. Βασιλείου Καισαρείας πρὸς τοὺς νέους, § 3. Migne, τ. 31, σ. 569 D.

1073

 πνεῦμα τοῦ Πύϑωνος] πρβλ. Πράξ. ις´, 16.

1074

 Μηδισμοῦ] πρβλ. Ἡρόδ. δ´, 165.

1075

 L.

1076

 Φιλιππισμοῦ] πρβλ. Αἰσχίν. γ´, 130. Δημοσϑ. 287,1. Πλουτ. Ἠ9. 844 F.

1077

 πνεῦμα δειλίας] πρβλ. Τιμ. 2, α´, 7.

1078

 σκεύους τῆς ἐκλογῆς] πρβλ. Πράξ. ϑ´, 15.

1079

 πῦρ ... κατάγων] πρβλ. Βασ. 4 α´, 12.

1080

 φλόγεον ... ἐλαύνων] πρβλ. Βασ. 4, γ´, 11, 12.

1081

 φεύγων ... ἀπέϑρεξεν] πρβλ. Βασ. 3, ιϑ´, 1–8.

1082

 Οὔτιν ... ἔκρυψεν] πρβλ. Ὀδ. I 364–370, 502–505.

1083

 122β.

1084

 (εἶναι)] ἡμετέρα προσϑήκη.

1085

 ἄριστος ἀρχιητρός] νοητέος Γεώργιος Κάλλιστος, πρὸς ὃν ὑπάρχει τοῦ γράφοντος ὧδε ἐπιστολή. Μιχ. Ἀκ Xωνιάτου τὰ σῳζόμενα, τ. 2, σ. 201–203.

1086

 ἀξιοῦντος ... φιλοσοφούμενα] πρβλ. Ἀριστ. 1105β, 13.

1087

 Λευιάϑαν = δράκων ὁ ἐν τῇ ϑαλάσσῃ, δράκων ὄφις, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασϑαι] πρβλ. Ἰεζ. 2. λβ´, 2. Ἡσ. κζ´, 1. Ψαλμ. ογ´, 14. Ἰὼβ. γ´, 8. μ´, 10–27.

1088

 (ἐς)] προσϑ. ἡμετέρα.

1089

 L 123α.

1090

 ἔστι] Λάμπρος ἔστιν.

1091

 προσελήνους] πρβλ. Ἀπολλῶν. Ῥοδ. δ. 264· «Ἀρκάδες, οἵ καὶ πρόσϑε σεληναίοις ὑδέονται». Scholia in Apollonii Argon, ex rec. H. Keilii (Apoll. Arg. ex rec. R. Merkel. Lipsiae 1854), σ. 495· «Μνασέας δὲ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι. Ἀριστοτέλης δὲ ἐν τῇ Τεγεατῶν πολιτείᾳ φησίν, ὅτι βάρβαροι τὴν Ἀρκαδίαν ᾤκησαν, οἵτινες ἐξεβλήϑησαν ὑπὸ τῶν Ἀρκάδων ἐπιϑεμένων αὐτοῖς πρὸ τοῦ ἐπιτειλαι τὴν σελήνην· διὸ κατωνομάσϑησαν προσέληνοι"· Αἰσχύλ. Προμ. 438· «ὁρῶν ἐμαυτὸν ὦδε προσελούμενον». Σχόλ. εἰς Αἰσχύλ. Προμ. 438· «προσελούμενον – ὑβριζόμενον· ἔνϑα καὶ οἱ Ἀρκάσι πρόσελοι ἄνδρες ὑβρισταί· λέγουοι δὲ εἶναι τοὺς Ἀρκάδας, ἐξ ὧν χρῆσις προσελούμενον». Αουκιανοῦ Ἀστρολογ. 26· «ἀλλὰ μοῦνοι Ἀρκάδες ταῦτα οὐκ ἐδέξαντο οὐδὲ ἐτίμησαν ἀστρολογίην, ἀνοίῃ δὲ καὶ ἀσοφίῃ λέγουσι καὶ τῆς σεληναίης ἔμμεναι προγενέστεροι». Πρβλ. Alex. Humbold, Kosmos. Stuttgart 1845–1850, τ. 3, σ. 480–481.

1092

 δίς]πρβλ. Γοργ 498Ε, Φίληβ. 60Α. Νόμ. ς´, 754C. ιβ´, 956Ε. Πλουτ. Ἠϑ., τ. 2, σ. 508 καὶ τ. 6, σ. 411. Βερν. Corp. par. Gr. τ. 1, σ. 66. 2, 97. Θεόδ, Πρόδρ. ἐν Cramer, Anecd. gr. Οχοη. τ. 3, σ, 205.

1093

 δίς ... τρὶς]πρβλ. Γοργ 498Ε, Φίληβ. 60Α. Νόμ. ς´, 754C. ιβ´, 956Ε. Πλουτ. Ἠϑ., τ. 2, σ. 508 καὶ τ. 6, σ. 411. Βερν. Corp. par. Gr. τ. 1, σ. 66. 2, 97. Θεόδ, Πρόδρ. ἐν Cramer, Anecd. gr. Οχοη. τ. 3, σ, 205.

1094

 Σταγειρόϑεν] πρβλ. Ἀριστοτ. 1021β, 20–28.

1095

 ἀναπετάσαι κατὰ ϑύραν] πρβλ. Πλάτωνα ἐν Φιλήβῳ 62Β, «ἀναπετάσας τὰς ϑύρας». Τίμωνα 122 «τὰς ϑύρας ἀναπετάσας». Ξενοφ. Ἀναβ. ecl. Gemoll, σ. 256, 718 «ἀναπετανύασι τὰ πύλας. Ἡρόδ. γ´, 146· «ἀναπετάσας τὰς πύλας».

1096

 μὴν τὰ ἐσκαμμένα ὑπεράλλεσϑαι] πρβλ. Πλάτ. Κρατ. 413Α. Λουκιανὸς ἐν ὀνείρῳ «καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἑσκαμμένα ἤδη πηδᾷ». Eustath. ad Ноm. Il, Θ 197, σ. 1591, 52· «ἱστέον, ὅτι τὸ ὑπερήσει καὶ τὸ ὑπερέπτατο πάντα τὰ σήματα οὐ μακρὰν ἐσχημάτιοται τοῦ ὑπὲρ τὰ ἐσκαμμένα, κεῖται παρὰ τοῖς ὕστερον, ἤγουν ὑπέρμετρα, παροιμιαζόμενον μὲν ἐπὶ τῶν ὑπερβαλόντων ἢ πλεονεκτούντων, μετενεχϑὲν δὲ ἀπὸ πεντάϑλων ἤρξατο ἀπὸ Φαΰλου» κτλ. Βασίλειος εἰς τὸ Ἐξαήμερον, ὁμιλία 6-ῃ, 5 (Migne, Patr. Gr. τ. 29, σ. 128Α)· «ἀλλ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες τὴν συνηγορίαν τῆς γενεϑλιαλογίας τὸν λόγον ἕλκουσιω. Corpus Paroem. Gr. τ. 1, σ, 224, τ. 2, 375.

1097

 «δίς» φησι «κράμβη ϑάνατος"] πρβλ. Βασιλ. Καισ. ἐπιστ. ρπς´, ρπζ´.

1098

 γνῶϑι σαυτὸν ... πάρα δ’ ἄτα] πρβλ. Διόδωρον ἐν τ. 2, σ. 174, 24 ἐκδ. Vogel.

1099

 L 123β.

1100

 ἐν τῷ λέβητι ... προφητῶν] πρβλ. Βασ. 4, δ´, 38–39.

1101

 πολλὰ γὰρ γηρῶν μανϑάνω] πρβλ. Σόλων. ἀπόσπ. 9. Πλούτ. ἐν βίῳ Σόλωνος β´, 3 (τ. 1, σ. 154 Sint.)· «σοφίας μὲν γὰρ ἦν ( = Σόλων) ὁμολογουμένως ἐραστῆς, ὅς γε καὶ πρεσβύτερος ὢν ἔλεγε γηράσκειν αἰεὶ πολλὰ διδασπόμενος». Σχόλ. εἰς Πλάτ. 384 Век. Σουΐδας ἐν λ. «γηρᾶναι· γηράσαι καὶ παροιμία: «γηράσκω δ’ ἀεῖ πολλὰ διδασκόμενος».

1102

 μάτην ... ἀγαϑὸν φαγεῖν λάχανον] πρβλ. Σουΐδαν ἐν λ. ἐν τῆ σημ. Bernh. «ὅτι πολλὴν εὐορκίας ἐπιδεικνύμενοι πρὸς λάχανα ὀμνύουσι· Μὰ τὰ λάχανα καὶ μὰ τὰ καλὰ λέγοντες».

1103

 Ὅμηρος] πρβλ. Ἰλ. I 360–361 «ἧρι μαλ’ Ἑλλήβποντον ἐπ’ ἰχϑύοντα πλεούσας νῆας ἐμάς, ἐν δ’ ἄνδρος ἐρεσσέμεναι μεμαῶτας».

1104

 εὐαγγελικῶν] Ἰωάν. κα´, 5.

1105

 Μέροπα] πρβλ. Ἰλ. 830. Λ 329.

1106

 γοῦν] L, δὲ Λάμπρος.

1107

 Διὸς βαλάνοις] πρβλ. Διοσκ. α´, 145 Sprengel· «αἱ δὲ Σαρδιαναὶ βάλανοι, ἅστινας λόπιμα ἢ κάστανα καλοῦσιν ἢ μότα ἢ Διὸς βαλάνους στύφουσαι καὶ αὐταὶ τῶν ὁμοίων εἰσὶ δραστικαὶ μάλιστα οἱ μεταξὺ τῆς σαρκὸς καὶ τοῦ λέπους φλοιοί ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν ἁρμόζει».

1108

 κραμβοφάγου ... εἴρηκεν] πρβλ. Ar. Ludwich, Die homer. Batrachom. Leipzig 1896, σ. 178, στ. 218 ἐν ὑποσημ.

1109

 ἀποκρύψωμαι] L, ἀποκρύψομαι Λἀμπρος.

1110

 ἐξηρτημένην] διόρϑωσις ἡμετέρα – Λάμπρος κατὰ τὸν κώδικα ἐξαρτυομένην.

1111

 σκιόεντα] L. καὶ Λἀμπρος. βησσήεντα.

1112

 ϑάλασσάν τε ἠχήεσσαν] L. καὶ Λάμπρος ϑάλασσάν τε καὶ ἠχήεσσαν.

1113

 οὔρεά ... ἠχήεσσαν] Ἰλ. А 157.

1114

 Ἀρτεμισίου ... Θεμιστ. πρῶτον προσήραξαν] πρβλ. Ἡροδ. ζ´, 175–177, 183, 192. η´, 2, 4, 5, 21, 22, 23, 41–43, 45–46, 66, 76, 77, 82.

1115

 Μαραϑωνίου Κυνοσουρίδος] πρβλ. Ἡροδ. η´, 76. Ἡουχ. ἐν λ. «Κυνόβουρα, φυλὴ Λακωνικὴ καὶ ἄκρα τοῦ Μαραϑώνος, πρὸς τὴν Εὔβοιαν τετραμμένη».

1116

 τοῦ δὲ] L. τε Λάμπρος.

1117

 L 124α.

1118

 Σκυϑικὴ χιὼν] πρβλ. Λογγίνου ποιμ. 3,5.

1119

 ᾌσμοσιν] πρβλ. Ασμα ε´, 6.

1120

 τῆς κατὰ ϑεὸν ἀγάπης] L, τῇ ... ἀγάπῃ Λάμπρος.

1121

 ἔπεα πτερόεντα] Ὀδ. δ. 550 κε´.

1122

 Δαυὶδ] Ψαλμ. ρλη´, 9.

1123

 ἡμῶν] L, ἡμῖν Λάμπρος.

1124

 ὡσει ἐνύπνια ἐξεγειρομένου] Ψαλμ. οβ´, 20.

1125

 παιδείαν κυρίου] πρβλ. Παροιμ. γ´, 11.

1126

 L 124.

1127

 (δὲ)] προσϑ. ἡμετέρα 19.

1128

 ὑπεβάλετο] διόρϑωσις ἡμετέρα, Λάμπρος ἐπεβάλλετο.

1129

 ἀμφίγλωττον] πρβλ. Συνέσ. σ. 1269, В Migne. Εὐσταϑίου εἰς Ἰλ. 489,20. 489,32.

1130

 οὗ τὸ σϑένος οὐκ ἀλαπαδνὸν] πρβλ. Ὀδ. σ. 373 «τῶν τε σϑένος οὐκ ἀλαπαδνὸν».

1131

 L 124β.

1132

 Μωσῆν] πρβλ. Ἐξόδ. β´, 1–3.

1133

 οὐδ’ ἴκῖαρ ... βἀλοντες] πρβλ. Πλάτ. π. πολ. γ´, 575 С· «τὸ λεγόμενον, οὐδ’ ἴκταρ βάλλει».

1134

 L 125β.

1135

 L 126α.

1136

 τὰ τρία ... τέλειον εἶναι τὰ τρία] πρβλ. Ἀριστ. 268, 6–15.

1137

 В 154β.

1138

 L 130α.

1139

 В = Κῶδ. Barrocianus 131, φ. 154β–155α·Ἐκ φωτογραφίας. Laur. φ. 130α–131β. Ἐπιγραφὴ τῇ ἐπιστολῇ ἐν τῷ L «Τῶ Τορνίκη κῦρ Εὐϑυμίω καὶ τοῖς ὑπ’ αὐτὸν Ἁγιοσοφίταις».

1140

 ὑμῖν Β, ύμᾶς L.

1141

 (γὰρ)] προσϑ. Παπαγ.

1142

 οὐ γὰρ] Β, L καὶ Λάμπρος καὶ.

1143

 (οἱ) προσϑήκη ἡμετέρα.

1144

 ἐν ἐμαυτῷ] Β, L ἐμαυτοῦ.

1145

 αἰσϑήσομαι καὶ γνώσομαι] Β, L καὶ Λάμπρος αἰσϑήβομαι καὶ γνώσομαι.

1146

 κατερύκομαι εὐρέϊ πόντῳ] πρβλ. Ὀδ. A 197, Δ 198.

1147

 ὑγραῖς, τὸ ποιητικόν, ἀγκάλαις] πρβλ. Εὐριπ. ἀπόσπ. 941 Nauck.

1148

 ὑμεῖς] ἡμετέρα διόpϑωσις, LB ὑμῖν Λάμπρος.

1149

 φωνῇ μιᾷ] BL Λάμπρος μιᾷ φωνῇ, 6 ὑμῶν] В ἡμῶν.

1150

 ἐπιγαννύμενοι] LB, ἐπιγαννύμενος Λάμπρος.

1151

 προσπίνουσι ψυχαγωγούμενοι] LB, ψυχαγωγούμενος Λάμπρος.

1152

 L 131α.

1153

 ἀλσώδει] LΒ, ἀλοώδει Λάμπρος.

1154

 ἀειδόντων] В ἀηδόντων.

1155

 κωμικοῦ] πρβλ. Ἀριστοφ, Εἰρ. 291.

1156

 В κομικοῦ.

1157

 Ἀλέξανδρον ... Τιμοϑέου αὐλοί] πρβλ. Ἀϑην. ιβ´, 538 f.

1158

 κἀμὲ] LB, καμοῖς Λάμπρος.

1159

 В ἑξαλλώμενον.

1160

 παροιμίᾳ] πρβλ. σχόλ. εἰς Ἀριστείδ. τ. 3, σ. 429 Dind. Σουΐδ. ἐν λ. Οὐδὲν Ἠρακλῆς. Ζηνοβ. ε´, 49. Διογεν, ζ´, 2. Corp. par. 2, σ. 140, 287.

1161

 В 155α.

1162

 προσέρπον] Β, L προσσέρπων.

1163

 В σκέψασϑαι.

1164

 В φησί.

1165

 ἕνα χορὸν ἐν Χριστῷ ἡρμοσμένον] πρβλ. Κορ. 2, ια´, 2.

1166

 Λάμπρος ἡνωμένον.

1167

 Β 131β.

1168

 μουσοπόλῳ] Β, L μουσιπόλω.

1169

 ὡς ἔπος εἰπεῖν] πρβλ. Ἡροδ. γ´, 82. Εὐρίπ. Ἰππόλ, 1162. Ἡρακλ. 167. Πλάτ. 345 Β. Πλουτ. τ. 4, σ. 153, 23 Βερν. Αἰλ. Ν. Α. 4, 36.

1170

 σφαιρουμένῳ τοῦ Ἐμπεδοκλέους] πρβλ. Ἐμπεδ. 138 (Fragm. Philos. Gr. 1, σ. 5).

1171

 Ἐμπεδοκλέους] LB καὶ Λάμπρος ἐμπεδοκλείου.

1172

 ἐξ] L Λάμπρος εἰς.

1173

 τῶν] BL Λάμπρος ὁτῳοῦν ἀναπληρούντων.

1174

 Ἑρμαϊκὴ χέλυς] Ὁμ. εἰς Ἑρμῆν 33.

1175

 В 164.

1176

 L καὶ Λάμπρος τοῖς αὐτοῖς.

1177

 Ἰερεμίας] Ἰερ. κ´, 7.

1178

 διερευνῶνται L Λάμπρος, τύπος ἄγνωστος.

1179

 ἀποστολικὸν] πρβλ. Κορ. 1, α´, 10.

1180

 ἀπαναστάντες] Β. ἐπαναστάντες L καὶ Λάμπρος.

1181

 ἀφεστήκατε ἀλλήλων καὶ ταῖς] κατὰ τὸ Β, L καὶ Λάμπρος ἀφεστηκότες ἀλλήλων ἢ.

1182

 ἑνὶ μὲν σώματι κατὰ Χριστὸν ἡρμοσμένῳ] πρβλ. Κορ. 2, ια´, 2.

1183

 L 132α.

1184

 В 164α.

1185

 τοῖς λεγομένοις τῆς Πλειάδος σοφοῖς] πρβλ. Κοῖντου ιγ´, 554–555· «ἀποιχομένην χοροῦ ἄλλων Πληιάδων, αἳ δὴ οἱ ἀδελφειαὶ γεγάασιν».

1186

 Ἰταλικὸν φάμουσον] Ἰταλικὸν = λατινικὸν famosum νοοῦν ἐν γένει σάτυραν, σίλλον ἀτιμοποιόν. Ἴδε Duc. Gloss. graec.-barb., σ. 1663· «Φάμωσον, φάμουσον, famosus libellus». Ἰωάννης Ἀντιοχεὺς παρὰ Σουΐδᾳ ἐν ὀν. Ἰοβιανός, τ. 1, σ. 999 Bernh.· «ἀπέσκαπτον οὖν αὐτὸν ( = Ἰοβιανὸν) ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις διὰ τὴν τῆς Νισιβιος προδοσίαν». Ἰω. Τζέτζης (Hist. v. Chil. ed. Kiessl., σ. 501, ιγ´, 486–491) «Φάμουσα δέ μοι λέγεσϑαι τοῖς νομογράφοις νόει | τὰ ἔγγραφα ληρήματα κατὰ τῶν ὑπερόχων, | ἅπερ λαϑραίως καὶ κρυφῇ ταῖς ἀγοραῖς ῥιπτοῦνται, | εἴτε καὶ μέσοις τοῖς ναοῖς, εἴτ’ οὖν ἑτέρυις τόποις· | οἱ νόμοι τιμωροῦνται δὲ τοὺς ταῦτα γεγραφότας». Ἄννα Κομνηνὴ ἐν Ἀλεξιάδι (ἐκδ. Reiff., σ. 176)· «ἑκκακήσαντες φάμουσά τινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως σκηνήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἧσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα, λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκράτορι τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε αὐγούστῃ τὴν πρὸς τὸ Βυζάντιον». Παχυμέρης, τ. 1, σ. 49l· «Ἐκκεκομμένης τοίνυν τῆς παρρησίας τοῖς ἐλευϑέροις ὑπὸ σκότον φάμουσα ἐρριπτοῦντο τὴν τῆς ἀρχῆς παραβασίας ἐλέγχοντα». Τ. 2, σ. 245· «φάκελος γὰρ γραμμάτων καὶ τόμος, ὃ δὴ λέγεται φάμουσον, εἰς χεῖρας τῷ βασιλεῖ γίνεται». Αὐτόϑι σ. 520· «ἐπεὶ δὲ καὶ φάμουσ ἄττα ῥιφέντα ἄχρι καὶ ἐς αὐτοῦ χεῖρας δείν’ ἄττα λέγοντα καὶ ἀπάδοντα» κτλ.

1187

 Πλατωνικῶς φάναι] πρβλ. Πλατ. Τιμ. 33Β.

1188

 Ἐμπεδοκλείου σφαίρου] πρβλ. Ἐμπεδ. 168, 176.

1189

 εἰς ἀλλ. ... ἠκοντίζετε] πρβλ. Ἀριστοτ. 334 а6 «καὶ τὸν κόσμον φησὶν ( = Ἐμπεδοκλῆς) ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας».

1190

 προσαϑύροντες] πρβλ. Φίλοστρ. τ. 2, σ. 342, 7–8 Kays, «ἔοικε γὰρ προσαϑύρων ὁ ζέφυρος μεταταττειν αὐτὴν» ( = τὴν κνήμ ην, παρὰ δὲ τῷ Μιχ. Χωνιάτῃ τὴν φιλίαν).

1191

 τὸ οὕτω σφαιρίζειν ... καὶ παιδιῶδες ἄλλως] πρβλ. Πλάτ. Θεαίτ. 146A· «ὁ δὲ ἁμαρτὼν καὶ ὃς ἂν ἀεὶ ἁμαρτὼν καἰ ὃς ἂν ἀεὶ ἁμαρτάνῃ, καϑεδεῖται, ὣσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες».

1192

 συνάχϑητε ... ἀπαίδευτον] Σοφον. β´, 1.

1193

 δυσαρεστηϑῆναι] В δυσαεοτη(ϑῆ)ναι, Λάμπρος δυσαρεστῆσαι.

1194

 (τῷ)] ἡμετέρα προσϑήκη.

1195

 ὡς Ἴωνές ποτε ... Ἡρακλείτῳ (τῷ) Ἐφεσίῳ] πρβλ. Ἡρακλ. ἐπίσ. Ἐρμοδώρῳ (Epistologr. Gr., σ. 281 Herscher)· «Ἡρακλεῖ ἐπέγραψα τῷ Ἐφεσίῳ τὸν βωμὸν πολιτογραφῶν ὑμῖν τὸν ϑεόν, οῦχ Ἡρακλείτω». Σελ. 282 «κατελάβετε ἂν Ἡράκλειτον ἔτι ζῶντα, ὑμῶν δὲ οὐδ’ ἴχνος ὀνόματος. ἰσοχρονήσω πόλεσι καὶ χώραις διὰ παιδείαν οὐδέποτε σιγώμενος. κἂν ἡ Ἐφεσίων ἀναρπασϑῇ πόλις καὶ οἱ βωμοὶ διαλυϑῶσι πάντες, αἱ ἀνϑρώπων ψυχαὶ τῆς ἐμῆς ἔσονται χωρία μνήμης».

1196

 παρὰ] περὶ Β, παρὰ L.

1197

 ὀνόμαζες Β.

1198

 παρανοούντων] Β, L καὶ Λάμπρος παρανομούντων.

1199

 ἑκάστη] ἐν τῷ κώδ. Β οὕτως, οὐχὶ ὡς ὁ Λάμπρος λέγει ἐκείνη.

1200

 (μὲν)] προσϑήκη ἡμετέρα.

1201

 L 132β.

1202

 εἴς] Β, L καὶ Λάμπρος εἰ.

1203

 γενεῆϑεν] πρβλ. Ἄρατον Φαινομ. 260. Ἐπίγραμμα Πέρσου Θηβαίου 1864, τόμ. 1, σ. 356, C. 445 (Anthol. Palatinae rec. Fr. Dübner. Parisiis «ἄγραυλοι γεῆϑεν ὀροιτύπος».

1204

 οὐκέτι ἔτλης ... ἄντην εἰσιδέειν] πρβλ. Ἰλ. Τ. 14–15.

1205

 ἢ τοῖς σταυρωταῖς ὁ τίτλος τοῦ σωτηρίου σταυροῦ] πρβλ. Ἰωάννου ιϑ´, 19–20 «Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔϑηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένος. Ἰησοῦς ὁ Ναζωραίος, ὁ βασιλεὺς τῶν Ἰουδαίων τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὅ τόπος ὅπου ἐσταυρώϑη Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἐβραϊοτί, Ἑλληνιστί, Ῥωμαϊστί».

1206

 ῥιγίστης ἀποφορᾶς ἐν προϑύροις] πρβλ. Πλουτ. Ἠϑ. 2, 55 Α. «ἤ πόλιον βαρύοσμον, ὃ δὴ ῥίγιστον ὄδωδεν».

1207

 ὡς] Β, ἐλλείπει L καὶ Λάμπρῳ.

1208

 οὐ χειρὶ κατὰ τὸν εἰπόντα διπάλτῳ] πρβλ. Σοφ. Αἴ. 408–409· «πᾶς δὲ στρατὸς διάπαλτος ἂν με χειρὶ φονεύοι».

1209

 λόγου] Β, L καὶ Λάμπρος λόγους.

1210

 ἐπ’] Β, L καὶ Λάμπρος εἰς.

1211

 τοί δ’ ἡγείροντο] LB καὶ Λάμπρος· οἱ δ’ ἠγερέϑοντο.

1212

 οἱ μὲν ... κρίνοντες] Ἰλ. В 444–446.

1213

 Ἰλ. Ο 301–303.

1214

 Αἴαντα καὶ Ἰδομενῆα] LB καὶ Λάμπρος Аἴαντε καὶ Ἰδομενῆ.

1215

 Β 165α.

1216

 L 133α.

1217

 ἀναχϑέντες ... Πισιδίας] πρβλ. Πράξ. ἀποστ. ιγ´, 13–14.

1218

 ᾎσμα] ᾎσμα ᾈσμάτων δ’, 3.

1219

 ποτὶ σπάρταν ... λίϑους] Βασιλ. Καισαρ. Migne Patrol. Graeca, τ. 31, σ. 569D.

1220

 τὸν σὸν τὸν τοῦ σκανδάλου ... προσκόμματος] πρβλ. Ῥωμ. ϑ´, 33.

1221

 τήνελλα καλλίνικος] πρβλ. Ἀρχιλόχου ἀπόσπ. 106· «τήνελλα, ὦ Καλλίνικε, χαῖρ’ ἄναξ Ἡράκλεες». Πρβλ. Σχόλ. εἰς Ἀριστοφάνους Ὄρνιϑας 1764. Schol. gr. in Aristophanem, σ. 247 Dübn. «τήνελλα«· τὸ τήνελλα μίμησίς ἑστι φωνῆς κρούματος αὑλοῦ ποιᾶς ἀπὸ τοῦ ἑφυπνίου οὖ εἶπεν Ἀρχίλοχος εἰς τὸν Ἡρακλέα μετά τὸν ἀϑλον Αὐγέου «τήνελλα ὦ Καλλίνικε, χαῖρε ἄναξ Ἡράκλεες, αὐτός τε κἰόλαος, αἰχμητὰ δύω».

1222

 ἀνέφελος αἴϑρη πέπταται] πρβλ. Ὀδ. ζ 44–45.

1223

 ἐπὶ γήραος οὐδῷ] πρβλ. Ἰλ. X, 60.

1224

 {В оригинале № 9 отсутствует.}

1225

 L 143α.

1226

 L 143β.

1227

 Ξενοφῶν ... τὰ κυνηγέσια] παροιμία· πρβλ. Ξενοφ. Κυνηγητικῶν κεφ. α´, 18· «Ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων μηϑὲ τῆς ἄλλης παιδείας· ἑκ τούτων γὰρ γίγνονται τὰ εἰς τὸν πόλεμον ἀγαϑοί, εἴς τε τὰ ἄλλα ἐξ ὧν ἀνάγκη καλῶς νοεῖν καὶ λέγειν καὶ πράττειν».

1228

 τοῦ Ἀναξάρχου ... πτισσόμενον] πρβλ. (Diog. Laertii recensuit С. G. Cobet. Parisiis 1862 Didot., σ. 241–242, 39–41, 1–8 «τὸν δ’ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν εκεῖνο δὴ τό περιφερόμενον, Πτίσσε, πτίσσε τὸν Ἀναξάρχου ϑύλακον, Ἀνάξαρχον δ’ οὐ πτίσσεις. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηϑῆναι, λόγος ἀποτραγόντα προσπτύσαι αὐτῷ καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·

Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· ϑύλακός ἐστι·

πτίσσετ’· Ἀνάξαρχος δ’ ἐν Διός ἐστι πάλαι.

καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει

ῥήματα Φερσεφόνη, Ἔρρε, μυλωϑρὲ κακέ.

Δίωνος Χρυσοστόμου τ. 2, σ. 306 Dind. «ἕτερος δέ τις ζῶν ἐμπνέων, αἰβϑανόμενος, Πτίσσε πτίσσ’, ἔφη, τὸν Ἀναξάρκου ϑύλακον». Λουκιανοῦ περὶ παρασίτου 35 (Luc. opera ex recognitione С. Iacobitz. Lipsiae 1877–1878, τ. 3, σ. 39)· «Πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικός, πολλοῦ λόγου ἄξιος, καὶ αὐτὸς δὲ παράσυτος ἦν Νηλέως. Εὐριπίδης μὲν ὅτι Ἀρχελάῳ μέχρι τοῦ ϑανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλεξάνδρῳ πάντως ἐπίστασαι».

1229

 L 154α.

1230

 (τὸ) προϑήκη ἡμϊτέρα κατὰ τὸ κείμενον τοῦ Ἄσματος.

1231

 Ὡς σπαρτίον ... λαλιά σου] Ασμα Ἀσμάτων δ´, 3. ς´, 5.

1232

 Πυϑαγόρας ... Μεγάλη Ἑλλὰς ἡ Ἰταλία ὠνόμαστο] πρβλ.Ἰαμβλίχου περὶ τοῦ Πυϑαγορικοῦ βίου λόγος (lamblichi de vita Pythagorica liber ad fidem codicis Florentii recensuit A. Nauck, Petropoli 1884. σ. 22, ς´, 9–18· «... ἀπῆρεν εἰς τὴν Ἰταλίαν, πατρίδα ἡγησάμενος τὴν πλειόνων εὖ ἐχόντων πρὸς τὸ μανϑάνειν οἰστικῶς ἔχουσαν χώραν, καὶ ἐν πρώτῃ Κρότωνι ἐπιοημωτάτῃ πόλει προτρεψάμενος πολλοὺς ἔσχε ζηλωτάς, ... ἐν μιᾷ μόνον ἀκροάσει, ὥς φασιν, ἥν πρωτίστην καὶ πάνδημον μόνον ἐπιβὰς τῆς Ἰταλίας ὁ ἄνϑρωπος ἐποιήσατο, πλέονες ἢ δισχίλιοι τοῖς λόγοις ἐνεσχέϑησαν αἱρεϑέντας αὐτοὶ κατὰ κράτος οὕτως ὥστε οὐκέτι ἔτι οἴκαδε ἀπέοτησαν, ἀλλὰ ὁμοῦ παισὶ καὶ γυναιξὶν ὁμακοεῖόν τί παμμέγεϑες ἱδρυσάμενοι καὶ πολίσαντες αὐτοῖς τὴν πρὸς πάντων ἐπικληϑεῖσαν Μεγάλην Ἑλλάδα, νόμους τε παρ’ αὐτοῦ δεξάμενοι καὶ προστάγματα ὡσανεὶ ϑείας ὑποϑήκας, ὧν ἐκτὸς οὐδὲν ἔπραττον, παρέμειναν ὁμονοοῦντες ὅλῳ τῷ τῶν ὁμιλητῶν ἀϑροίσματι, εὐφημούμενοι καὶ παρὰ τῶν πέριξ μακαριζόμενοι τάς τε οὐσίας κοινὰς ἔϑεντο, ὡς προελέχϑη, καὶ μετὰ τῶν ϑεῶν τὸν Πυϑαγόραν λοιπὸν κατηρίϑμουν ὡς ἀγαϑόν τινα δαίμονα καὶ φιλανϑρωπότατον». Σελ. 122, 1–18· «ἀπὸ δὴ τούτων τῶν ἐπιτηδευμάτων συνέβη τὴν Ἰταλίαν πᾶσαν φιλοσόφων ἀνδρῶν ἐμπληοϑῆναι καὶ πρότερον ἀγνοουμένης αὐτῆς ὕστερον διὰ Πυϑαγόραν Μέγάλην Ἑλλάδα κληϑῆναι καὶ πλείστους παρ’ αὐτοῖς ἄνδρας φιλοσόφους καὶ ποιητὰς καὶ νομοϑέτας γενέσϑαι τὰς τε γὰρ τέχνας τὰς ῥητορικὰς καὶ τοὺς λόγους τοὺς ἔπιδεικτιχοὺς συνέβη κομισϑῆναι καὶ περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται».

1233

 Ἀριστοτέλης ... Εὔβοιαν μετέβη] πρβλ. Διογ. Λαέρτ. (σ. 112 Cobet.)· «Ὁ δ’ οὖν Ἀριστοτέλης ἐλϑὼν εἰς τὰς Ἀϑήνας καὶ τρία πρὸς τοῖς δὲκα τῆς σχολῆς ἀφηγησάμενος ἔτι ὑπεξῆλϑεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτοῦ τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου» κλλ.

1234

 L 154β.

1235

 L 157β.

1236

 ἀποστόλῳ] πρβλ. Κορ. 1, ιε´, 43.

1237

 ἀκαϑαρσίας ... εἴρηκεν] πρβλ. Ματϑ. κγ´, 27.

1238

 νεκροὺς ... ἐκβλητοτέρους] πρβλ. Στράβ. ις´, 26 «ἴσα κοπρίαις ἡγοῦνται τὰ νεκρὰ σώματα, καϑάπερ Ἡράκλειτός φησι νέκοες κοπρίων ἐκβλητότεροι». Πλουτ. Ἠϑ. 669 Α· «νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καϑ’ Ἡράκλειτον, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος». Σουῖδ. ἐν ὸν. Ἡράκλείτος «ὅτι Ἡράκλειτος ἔφη ὀλιγωρεῖν πάντῃ τοῦ σώματος καὶ σομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον». Ἴδε καὶ Fragm. Phil. Graec. τ. 3, σ. 321–322.

1239

 Ἑωσφόρος = ὄφις, δαίμων, δαιμόνιον διάβολος] Γεν. γ´, 14. Δεοτ. λβ´, 17.

1240

 «πάλιν Ἰωσὴφ δεσμωτήριον οἰκῶς οῦ παρὰ τοῦτων γέγονεν εἰς τὸ συγκρίνειν προφητικῶς τὰ τῶν συνδεσμωτῶν ἐνύπνια] Γεν. λϑ´, 1–23, μ. 1–23.

1241

 Ἰερεμίας ... ἐν τῷ λάκκῳ] Ἰερ. μδ´, 16. με´, 6–13.

1242

 ἁγιότητα] λείπει τῷ Λάμπρῳ.

1243

 Ἰὼβ ἐπὶ κοπρίας ... χρηματίζοντι] πρβλ. Ἰὼβ β´, 8.

1244

 L 162α.

1245

 А 12α. А = Κῶδ. Πετρουπ. 251.

1246

 В 9α. В = Κῶδ. Πετρουπ. 250.

1247

 Καιρὸς ... λόγον] Ἐκκλ. γ, 7.

1248

 ἐκωφώϑην ... ἀγαϑῶν] πρβλ. Ψαλμ. λη´, 3.

1249

 οὐκ ἀν. τὸ στόμα] πρβλ. Ψαλμ. λη´, 10.

1250

 В 9α.

1251

 εὐωριάζειν] В, Вас. ἐξωριάζέιν.

1252

 βαρὺ ... πατρός] πρβλ. Αἰσχ. Προμ. «εὐωριάζείν γὰρ πατρὸς λόγους βαρύ».

1253

 ἐννάτης ... πληγῆς] πρβλ. Γεν. ι´, 1–29.

1254

 ἀντιλαλῶ] ὡς ὁ κῶδ., Вас. ἀντιλαβῶ.

1255

 Ὀδυσσεύς ... παρέπλεε] πρβλ. Ὀδ. μ´, 39–54.

1256

 κωφός] οῦτω Β, Вас. κωφοί.

1257

 εἰς] В, Вас. εἰσὶ.

1258

 γωνίαις] κῶδ., Вас. ἀγωνίαις.

1259

 ῥιπτεῖ] В (ἐκ τοῦ ῥιπτέω), Вас. ῥίπτει.

1260

 ἄζωτοι Β, Вас. ἀζώτιοι.

1261

 Β 93.

1262

 ἑλκεσίβρυτος] Β, Вас. ἐλκεσίβρωτος.


Источник: Noctes Petropolitanae / Papadopoulos-Kerameus A. Petersburg : V.F. Kirshbaum, 1913. - 302 p.

Комментарии для сайта Cackle