Источник

IV. Εὐϑυμίου Τορνίκη ἔμμετρα

1. (ᾨδὴ ἀνεπίγραψος τῷ αὐτοκράτορι Ἰσαακίῳ τῷ Ἀγγέλῳ)

955 Μουσῶν χορός, συνέλϑωμεν, συστήσωμεν χορείαν·

σαλπίσωμεν, σκιρτήσωμεν, ὁμοῦ συνευφρανϑῶμεν,

ἐξ Ἐλικῶνος δράμωμεν εἰς Βύζαντος τὴν πόλιν·

ἰδοὺ γὰρ ἄρχει βασιλεὺς τῆς νέας ταύτης Ῥώμης

ὁ παρ’ ἡμῖν μουσουργηϑεὶς ἐκ βρεφικῶν σπαργάνων

καὶ πρὸς τὸν Ἄρην ἐκδοϑεὶς μετὰ τὴν μουσουργίαν956,

πρὸς Ἄρην πολεμόκλονον, πρὸς Ἄρην ἀνδροκτόνον,

ἀνδροκτανσίαις χαίροντα βαρβάρων ἀλλοϑρόων.

χαρᾶς φορμίσωμεν ᾠδὴν ἐκ μουσικῶν ὀργάνων

καὶ μέλος ᾄσωμεν τερπνὸν αἱ Μοῦσαι κατὰ τέχνην

ἴδιον μέτρον εὔρυϑμον ἐκάστη προσφωνοῦσα.

σκιρτήσωμεν, χορευσωμεν, αἰνέσωμεν ἐμμούσως

τὸν μέγαν Ἰσαάκιον, τὸν αὐτοκρατοροῦντα,

οὗ ϑέαν, ἧϑος, πρόσωπον, ὀμμάτων διττῶν κόρας,

τὰς τοῦ νοός, τὰς τῶν ἐκτός, τοὺς τρόπους, τὰς αἰσϑήσεις,

τοὺς πολυτρόπους ἐλιγμούς, τοῦ βίου τὰς αἰσϑήσεις

καὶ πᾶν ψυχῆς τὸ κίνημα, τῶν ἔργων τὰς ὀρέξεις

εἰς κάλλος ἀπεξέσαμεν, εἰς πράξεις ἐνάρέτους,

εἰς ἔργον ἅπαν ἠϑικόν, εἰς ἀριστοπραξίαν

καλλίστοις τιϑηνήσασαι μαστοῖς λογοσταλάκτοις·

ὃν Ἄρης εὗρεν ἔμμουσον, ἄνδρα στεῤῥὸν957 ἐν λόγοις,

ἀνδρεῖον, ἀκατάπληκτον, γενναῖον ἐν φρονήσει

κ(α)ὶ958 πᾶσιν ἀριστόβουλον ἀνδράσι βουληφόροις

καὶ περιδέξιον εὐϑὺς πρὸς συμπλοκὰς πολέμων

αὐτὸν ἀπετορνώσατο καὶ πρὸς τὰς παρατάξεις,

πρὸς μάχας ἀπαράμιλλον, ἀδάμαντα πρὸς πόνους

καὶ πρὸς βαρβάρους ἐμβριϑῆ, πραῢν τοῖς ὑπηκόοις.

ἄρχε δὴ πρώτη τῶν Μουσῶν τοῦ μέλους, Καλλιόπη.

* * *

Καλλιοπη

Ηρωικα

Οὔποτε τοῖον ἐπήρατον ἀγλαὸν ἔδρακον ἄνδρα

χαρίτεσσι κεκασμένον ἐν δ’ ἀρεταῖς περίοπτον,

χρῦσεον αὐτομέδοντα, ἐύχροον, ἀγλαόμορφον,

ξανϑοκάρηνον, χρυσεοβόστρυχον, λαμπετόωντα,

οὐρανοφοίτην ἠέλιον, γλυκὺ μειδιόωντα,

γηϑόσυνον, χαρίεντα, γλυκυφραδέα, μελίγηρυν,

ὡς τόνδ’ ἀγγελεπώνυμον Ἰσαάκιον ἄνακτα.

τῷ δ’ ἐς ὃλους φίλεον λυκάβαντας συμβιοτεύειν,

ὡς σοφίην Μουσῶν ἀγαϑαῖς χάρισι πυκάσαντα

καὶ τ’ Ἄρησς ἄγαλμα καὶ Ἑρμοῦ κόσμον ἐόντα.

τόνδ’ ἐγὼ οὐ ϑανέειν περ ἐέλδομαι ἤματα πάντα

ὡς σοφίης ἵδριν, πτολέμοιό τε ὀκρυόεντος,

τόξων ϑ’ ἱπποσύνης τε φίλης τ’ ἀκόρητον Ἐνυοῦς.

ᾔνεσε Πάριν Ὅμηρος ἰδὲ ξανϑὸν Μενέλαον

κἀλλεος εἵνεκα τερπνοῦ μορφῆς τ’ ἀγλαϊέσσης959,

Νέστορά τ’ ἐκϑειάσατο εἵνεκα κλυταγορίης,

ἀγάδρομόν τ’ Ἀχιλλέα ἠδ’ ἀγαϑὸν Διομήδην

ὡς πρηστῆρας ἀντιβίοισιν ἀγάσατο πολλά.

ὡς γὰρ ἐγὼν ἀγόρευον Ὁμήρῳ ἡδ’ ἐπέτελλον,

τὸν δ’ ἀπορῶ, μά τὸν ὄμνυμ’ ἐνὶ στιχόεσσί τε μέτροις

τέχνῃ ῥητροσύνης, ϑεσμοῖσί τε φιλοσοφίης

ἀξίως ϑηεύμεναι ἠέ μιν ὑμναγορῆσαι·

τῷ γὰρ ὄπασσεν ἅπαντα ϑεὸς... ἀπλετ’ ἀγαϑά960,

σωφροσύνην ἰδὲ σόνεσιν ἀνδρείαν τε ϑέμιν τε,

δήνεα ῥητροσύνης, σοφίην ἅμα γραμματικήν τε.

* * *

Κλειω

ἐλεγεῖα, ἤτις εὗρεν ἱστορίαν

Βάζεις νητρεκέως,

πότνια Καλλιόπη,

ἡ Κλειὼ δέ τ’ ἐγὼ

τοῖσδ’ ἐπιμαρτύρομαι·

οὐδὲ γὰρ ἡμετέροις

ὄμμασιν εἰσέδρακον

ἀνέρα καζόμενον

τοσσατίαις χάρισι.

δεξιὸς ἔστιν ἴδρις

ἡμετέρης σοφίης,

τῇ δ’ ἐπὶ καὶ πτολεμου

ἔσχε δαημοσύνην·

ϑούριος, ὀμβριμόχειρ,

στήμεναι ἀντιμάχοισι961,

Ἄρηός τε πάις

κάρτα μυριονίκης.

πάμμεγας οὗτος ἀνὴρ

ἐν μεγαλοφροσύνῃ.

σὺν μεγαλοφροσύνῃ

κτήσατο γηϑοσύνην

καὶ τ’ ἀγαϑωσύνην

ἥλιϑ’ ἀπειρεσίην·

ταῖς δ’ ἔπὶ962 καὶ εἴδους

εὕρατο καλλοσύνην.

κάλλος ἔχει ῥοδόεν,

χιόνεόν τε δέμας,

τῷ συγχρινόμενα

μάργαρα λειπόμενα.

ὄρϑιος, εὐμήκης,

εὔσφυρος ἐκτελέϑει·

χρύσεος ἀμφὶ κάρη,

ξανϑός, έυπλόκαμος,

πραῢς ἀκουέμεναι,

ἡδυβόας τε φάναι.

τοῖον ἀπ’ ἀρχεγόνων

οὔποτ’ ἴδον μερόπων.

ἱστορίην εὗρον

καὶ παρέδωκα βροτοῖς,

ἱστορέωσιν ὅπως

ἠιϑέους μέροπας·

ἱστορίη δ’ οὔπω

τοῖον ἔλαβε καλόν·

ἀλλά μιν ἱστορέσω

χάρισι καζόμενον,

ϑάμβος ἔχωσιν ὅπως

ὀψιγόνοι μέροπες.

ᾄδ’ ἐγὼ963 ἡ Κλειὼ

τάδ’ ἐλεγεῖα ἔπη,

σὺ δ’ ἴϑι, Θάλεια,

κόσμον ᾄδουσ’ ἕτερον.

* * *

Θαλεια

ἡμίαμβα, ἤτις εὗρε ψυτονργίαν

Καλῶν τόσων προσόντων,

τίνα πρὸ πάντων ᾄσω;

τί δεύτερον ϑειάσω,

τί δ’ αἰνέσω πύματον;

νοὸς σταϑηρότητα,

στερέμνιον φρόνημα,

βουλῆς λόγον καίριον,

κόσμον σαοφροσύνης,

χειρὸς σϑένος τοσοῦτον.

στόματος εὐφράδειαν,

χεῦμα λόγου πολύῤῥουν,

πυρίπνοόν τε γλῶσσαν

πυρὸς μένεος πνείουσαν,

γλυκὺ μέλι στάζουσαν

ὑπέρτερον μέλιτος

Ὑμηττόϑεν ῥέοντος,

ἢ στιλπνότητα κἀλλους,

εὐκοσμίαν προσώπου,

ἱλαρὰν ὄμματος ϑέαν,

ὄρϑιον ἡλικίαν,

βάδισμα σεμνότατον

καὶ ἦϑος ἠδύτατον·

πῶς αἰνέσαι δυνηϑῶ

τὸν ἐν τόσαις ἀγαϑαῖς

ἐστεμμενον χάρισιν;

ὡς κλυτὸν964 ἐν ταῖς βουλαῖς,

ὡς στεῤῥὸν ἐν μάχαισιν,

ὡς ἀκαταγώνιστον,

ὡς ..,965

ὡς βαρβάρων ὄλεϑρον,

ὡς ἱππότην δεξιόν,

ὡς ἔγχος ἀγχοινοῦντα,

ὡς ἐν σπάϑῃ σϑένοντα,

ὡς τόξα τιταίνοντα,

νικῶντα κατάκρας τε

τὸν Ὁμήρου Πάνδαρον

καὶ τὸν Τελαμώνιον

Τεῦκρον ὑπερβαίνοντα;

ὦ κάλλος ἀνίκητον,

ὦ χαρίτων ἄβυσσος,

ἀγαϑότητος πηγή,

εὐεργετημάτων τε·

ὦ βαρβάρων φλόγισμα,

Ῥώμης Νέας δρόσος τε.

ἐκπλήττομαι τοῦ κἀλλους,

ὑπεράγαμαι καλῶν,

τῶν ἀπλέτων τ’ ἀγαϑῶν,

ὧνπερ κατακώχιμος

ἔστιν Ἰσαάκιος

Ῥώμης Νέας βασιλεύς,

τῶν Ἀγγέλων βλάστημα.

ἐγὼ Θάλεια Μοῦσα

φυτουργίαν εὑροῦσα,

φυτηκόμοις τε δοῦσα,

τῶν ἄνϑέων ἄρχουσα,

τοὺς ἀγαϑοὺς ποϑοῦσα,

τοῖς δεξιοῖς χαίρουσα,

πάντας καλοὺς φιλοῦσα,

τοὺς βελτίους στέργουσα,

τούτων ὅταν τῶν καλῶν

δυσμὴν βίου σχοίη τις,

ὅταν μόρον λάβῃ τις,

ὅταν νέκυς γένηται,

γαίῃ δ’ ὅταν καλυφϑῇ,

ἀντὶ νέκυος φυτὸν

ϑάλλειν ἀναδίδωμι,

μήπως ἀποκρύπτηται

λήϑῃ τε μὴ διδῶται

τὸ καλὸν966... κτίσιος.

ὅρα τὸν Ὑάκινϑον,

τὴν Ἰώ, τὴν Πλάτανον,

τὴν παρϑένον Δάφνην τε,

τοῦτ’ αὐτὸ καὶ βέλτιον.

μετὰ δὲ μακραίωνα,

μετὰ πολυχρόνιον

εὐτυχέα βίωσιν,

μετὰ τρόπαι’ ἄπειρα,

μετ’ ἀπλέτους νίκας τε,

μετὰ δὲ βαϑύτατον

μετὰ πῖον γῆράς τε,

ἀργυρέην τρίχα τε,

ὅτε φϑάσει πρὸς δυσμὰς

ὁ λαμπρὸς ἠέλιος,

ὁ φωσφόρος κτίσιος·

τοῦτ’ αὐτὸ καὶ βέληον

Μοῦσα δράσω Θάλεια

καὶ φυτὸν ἀειϑαλές,

καλὸν φερώνυμόν τε,

ἐν ἄνϑεσιν ἀστράπτον,

εὐωδίας ἔμμεστον

καὶ τερπνὸν εἰς ὅρασιν

ἀναϑάλαι λειμῶσι

τερπνοῖς παρασκευάσω.

* * *

Ευτερπη

ἀνακρεόντεια967, (ἤτις εὗρεν)968 ὄργανα μουσικά

Ἔκαμες, πότνα Θάλεια,

ἐπέεσσιν ἡμιάμβοις

γλυκερὰν ὄπα λαλεῦσα,

ἔκαμες τόσα μογεῦσα.

ἔασόν με τὴν Εὐτέρπην969

σέο κατόπιν λίγαίνειν,

δονάκων ὅπως εὐτρήτων

ἄπο κροῦμά970 τι φορμίσω,

λιγυρὸν μέλος τ’ ἐπᾴσω.

ἁδὺ γὰρ ἐγὼ συρίσδω,

τὸ μέτρον τ’ Ἀνακρέοντος

ἐς ὕμνους ἄνακτος ᾄσω

μερόπων γῆς Αὐσονίης.

* * *

Ἀνακλώμενοι

Ἐϑνοκράτους βασιλεῖς, κλίνατε971 γόνυ

βασιλῆι μεγάλω, κρέσσονι πάντων.

Χαρίτων ταμεῖον ἔστιν,

ἀρετὰς ἔχει τε πάσας,

κρατερὸς μένει πρὸ πάντων,

ϑερείκελος τὰ πάντα·

νεότητός ἐστιν ἄνϑος,

ἐρατὸν φέρει τὸ κάλλος,

πολυήρατον τὸ ἧϑος,

ἀκάμας, ἄτρυτος972 πάνυ,

ἀκατάσχετός τ’ ἐν μάχαις,

πολέμου κόρον δ’ οὐ κτᾶται.

* * *

Κουκούλιοι

Καὶ ναέται πόλεως, ἔλϑετε πάλιν

καὶ χρυσέους στεφάνους πλέξατε τοῦτῳ.

ἐλατὴρ ὅτι βαρβάρων,

ὑπερήφανων ..,973

φονικῶν τόσων ἐφάνη,

κύνας οὕτως974 ὡς λυττῶντας

σοβέων λίϑων βολαῖσι,

στιβαράν τε σεἱων ῥάβδον

νεαρᾶς μάκρυνε Ῥώμης,

ἁμετέτρων πόνων ἐράων,

πολεμεῖν ἄληκτα στέργων

διὰ τὸν πόϑον, δι’ οἶκτον

μέγαν, ὃν τρέφει πρὸς στῖφος

μερόπων ἅπαν ὑπεῖκον.

* * *

Ἀνακλώμενοι

Τί μάτην, ἀλλόφυλα βάρβαρα ἔϑνη,

κύνες ὣς ὑλάετε; φρίξατε πάντα·

στερεὸν φέρει γὰρ ἔγχος,

κλονέει βάρβαρα φῦλα,

ἔϑνεα ξίφει δαμάζει,

τὰ βέλεμνα μακρὰ βάλλει.

ὁ πρὸς ὃν βέλος δὲ πέμψει,

μέλεος φέρει τὴν τύχην,

ἄϑλιος δ’ ὃς ἀντιμάχων

κατέναντι τούτου σταίη·

κραδίην μέσην γὰρ βάλλει,

(νῦν)975 δ’ ὑπάτων τὰ κοῖλα

δολιχῷ ξιφει τιτρώσκει.

* * *

Κουκούλιοι

Τέρπομαι, οἷς ἀγαϑοῖς βεβριϑεν ἄναξ·

τέρπομαι, ἀλλ’ ὑμνέειν οὐ δεδύνημαι·

ἀγαϑοῖς βρίϑει γὰρ τόσσοις,

ὁπόσοις ἄμετρα μέτρα.

ὑμνέειν ϑέλουσα τοίνυν

πρότερον976 τίνα ϑειάσω,

τίνα δεύτερον ἐξείπω,

τίνα δ’ ὑστάτως ὑμνήσω;

ἀγαϑωσύνης γὰρ τόσσης

ἀπορῶ στῖφος λιγαίνειν·

ἀπορῶ, μὰ τὸν, ϑειάσαι.

* * *

Ἀνακλώμενοι

Λῦραν, αὐλούς, κιδάρην, κιννύραν εὗρον·

γλυκεροῖς ἡδυλάλοις κρούμασι τέρψω,

λύραν ἐν χερσὶ δονεῦσα,

ἀπὸ μουσικῶν δ’ ὀργάνων

γλυκερὰς ϑλίβουσ’ ἀοιδάς·

δονάκων γὰρ ἀπ’ εὐτρήτων

μελιηδέα συρίσδω,

λιγυρὰν ὄπα τε πέμπω.

* * *

(Μελπομενη)

977Ἰωνικὸν ἀπὸ μείζονος

Ἡ Μελπομένη δ’ αὖϑις ἐγὼ σοί, πότνα, συνᾴσω

καὶ λάλον ἀνοίξω στόμα τερπνὸν μέλος ᾄδοισα978,

χ’ ὡς ἡμέτερον παῖδα κυδαίνοισ’ Ἐλικωνίταν

χ’ ὡς υἱὸν Ἄρηος κεδνὸν ἄλκιμον ἐφυμνεῦσα·

καὶ οὔτε τι μέλποισα λιγυρόν τι μέλος λήξω,

οὔτ’ ἂν ἀνανεύσαιμι μελιχρὰν ὄπα λαλεῦσα.

* * *

ᾨδή

Τίς τῶν μερόπων ἔδρακε τοῖον πόκα γεννάδαν;

εἴ τις μερόπων ἔδρακεν, ἄειδε ἀληϑεύων

κοῦρὸν κεδνὸν ἐν κἀλλεϊ, μορφὰν δὲ τε πλουτεῦντα

σὺν ἁμερίῳ φωτὶ φαείνοισαν ἀγλαΐῃ.

* * *

Παλινῳδία

Τίς τῶν μερόπων ἔδρακε τοῖον πόκα γεννάδαν;

εἴτις μερόπων ἔδρακεν, ἄειδε ἀληϑεύων

ἔϑνη ὀλοϑρεύοντα, φῦλα βάρβαρ’ ἀπολλύντα,

ξίφει δέ τ’ ἐλάοντα ὁρίων πόλεως ἄπο.

* * *

Παλινῳδία

Τίς τῶν μερόπων ἔδρακε τοῖον πόκα γεννάδαν;

εἴ τις μερόπων ἔδρακεν, ἄειδε ἀληϑεύων.

* * *

Τερψιχορη

Ἰωνικὸν ἀπὸ ἐλάττονος, (ἥτις εὗρε) χορείαν

Ἅδ’ ἐγὼ Τερψιχόρα σὸν μέλος ᾄσω λιγέως

μετὰ Μουσῶν γλυκυλάλων χορὸν ἐνστησαμένα·

ἀδὺ δ’ αὖϑις καϑάπερ Πρόκνα κατ’ ἄλσος μελίσω.

λαλαγεύσω προτέρη δ’ ἔξοχα Μουσῶν ἑτέρων·

ἀτὰρ ᾠδὰν λιγύφωνον στόμασι γλυκυλάλοις

Ἑλικω(ν)ίδες ἄδοισαι ζαϑέων ἀρετάων

χαρίτων ϑ’ ὑμναγορήσουσιν ἕκατι πλεόνων·

χερὶ χεῖρας δὲ φυεῖσαι χρυσέας ἀρωρίδας (?)979

ἐπὶ γαίην ἄμυδις δώσομεν, ἐν δὲ κροτάλοις

ἄπλετον πάταγον980 ἐνϑήσομέν οἱ τερπόμεναι.

* * *

Ερατω

Χοριαμβικά, (ἥτις εὗρεν) ὄρχησιν

Τὴν Ἐρατὼ δ’ αὖ, Πιερὶς πότνια Τερψιχόρα,

δέρκεο λιγυζομέναν, δέρκεό μ’ ὀρχουμέναν·

ἄμετρα γὰρ ἡδύνομαι εἵνεκα τῶν χαρίτων

κυδαλίμων τ’981 ἀρετάων, ὧν βέβριϑε ζαϑέων

Ἄγγελος Ἰσαάκιος, χρύσεος αὐτοκράτωρ,

ὄλβιος ἠδ’ ὀλβοδοιὴρ Αὐσονίης κρατέων.

* * *

Πολυμνια

Παιωνικά982

Μοῦσα Πολύμνια δὲ τ’ ἐγὼν ἐφυμνέουσά μιν

κάρτα κυδανῶ ἁμέτερον καϑάπερ υἱέα

κεδνότατον ἄλκιμον ἀγάφρονά τε γεννάδαν

γῆς μάκρυνε Ῥωμαΐδος ὅττι ὁρίων ἄπο

καρπὸν ἀπερείσιον ἀεσσίφρονος ἀλαζόνα,

αἰὲν ὀλοόφρονα, πονηρότατον αἰόλον.

οὐκ ἀφυὴς μὲν οὐδ’ ἀφ’ ὑμῶν ἐπλάκη

τῷ βασιλεῖ στέφανος, ὦ συμπαρϑένοι·

ὡς ἐξ ἀκηράτων δὲ λειμώνων μες (?)983

τὴν ἀσιδηρότμητον αὐχούντων χάριν

δρεψάμεναι ξύμπασαν εὐγενῆ χλόην

στέφος συνεπλέξασϑε τῷ στεφηφόρῳ.

* * *

(Ουρανια)

Ἐξ ἀστέρων χρὴ καμὲ τὴν Οὐρανίαν

στέφανον οὐράνιον αὐτῷ συμπλέκειν·

καὶ γὰρ τὸν οὐράνιον ἐν τοῖς πρακτέοις

οὐράνιον στέφανον ἀρμόζει φέρειν.

ὁ τῆς Ἀριάδνης μὲν ἀστρῷος κύκλος

ὕλη στέφους ἔστω τις ὑποκειμένη.

τούτῳ προσηρμόσϑησαν984 ἀνϑράκων δίκην

ἔνϑεν μὲν ἀστὴρ Ἄρεος πυριπνόου,

βασιλικῆς ἔξαμμα985 δεικνὺς ἰσχύος

καὶ τὴν ἀναπόσβεστον ἐν μάχαις φλόγα,

ἣν βαρβάροις ἔϑρεψαν ὑπεναντίοις.

Ἑρμῆς δ’ ἐχεῖϑεν ἄλλος ἀστὴρ λυχνίτης,

ὁ λαμπαδοῦχος τοῦ βασιλέως λόγος,

ἑρμαϊκὴ ξύμπασα τῶν λόγων χάρις

καὶ μουσικὸν986 μέλισμα παντὸς ὀργάνου.

ἐπαφροδιτώτατον ἔστω τὸ στέφος

ἐξ Ἀφροδίτης καὶ Διὸς τῶν ἀστέρων·

(καὶ)987 γὰρ ἐπιγλεύκειαν ὁ σκηπτοκράτωρ988

ἐν πρακτέοις ξύμπασι πλουτεῖ καὶ λόγοις’

ἀντὶ δὲ λαμπρῶν τοῦ στέφους ποικιλμάτων

τῶν ηλιακῶν ἀστραπηβολημάτων

ἡ καλλονὴ βόστρυχος ἤτω τοῦ στέφους.

τοιοῖσδε μὲν δὴ καὶ λίϑοις καὶ μαργάροις

τὸ βασιλικὸν ἐκλελαμπρύνϑω στέφος.

ἐπεί (δὲ)989 σεπταὶ συνελικωνιάδες,

καὶ παρ’ ὑμῶν μέλισμα καὶ χοραυλία

συνεκροτήϑη γῆς ὅλης τῷ δεσπότῃ,

ἐξ οὐρανοῦ χρὴ κἀμὲ τὴν Οὐρανίαν

ἐπουράνιον ὕμνον αὐτῷ προσφέρειν.

σφαιρῶν τὸ λοιπὸν εἴ τις ἐξ οὐρανίων

ἐναρμόνιος ἦχος, ἐκτελοῖτό μοι,

οὗτος κροτείτω τῷδε τὴν μεγαλουργίαν.

* * *

(Ὁ ὕμνος Οὐρανίας)990

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα

τὸν ἐκ ϑεοῦ δοϑέντα τοῖς ὑπηκόοις

κοινωφελὲς δώρημα, κοσμίαν χάριν.

* * *

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα,

τὸν εὐσεβῆ φύλακα τῆς οἰκουμένης

κἀν ταῖς μάχαις ἕτοιμον ὡς πτηνοδρόμον.

* * *

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα,

τὸν πᾶν ταμιεύοντα καλὸν τῇ κτίσει

καὶ πᾶσι βραβέύοντα τὴν σωτηρίαν.

* * *

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα

ὡς ἐξολοϑρεύοντα βαρβάρων γένη,

ὡς ἀπερικλόνητον ἐν πάσαις μάχαις.

* * *

Γένος βροχῶν, δόξαζε τὸν βασιλέα

τὸν οἷκτον εἰς πένητας, ὄλβον εἰς ξένους,

τὸν γλυκὺν ἰδεῖν, τὸν γλυκύτερον φράσαι.

* * *

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα·

ἀνὴρ μετὰ κάλλους (γε)991 γὰρ πυῤῥάκης μένει992,

τοῖς βαρβάροις πῦρ, τοῖς δ’ ὑπηκόοις φάος.

* * *

Γένος βροτῶν, δόξαζε τὸν βασιλέα.

* * *

Κατακροᾶσϑε τοῦ μέλους, ὁμόγνιοι,

ναὶ καὶ μελιχρότητος ὡς ἀμηχάνου

καὶ λαλαγῆς ἴυγγος ὡς ἀσυγκρίτου,

κἂν ἀπολιμπάνοιτο τῶν πρὸς ἀξίαν,

τῶν Ἐρμαϊκῶν τοῦ βασιλέως κρότων.

ὕμνον, κραταιέ, τοῦτον εἰσήνεγκά σοι

ἐξ εὐνοϊκῆς δουλικῆς μου καρδίας,

αὐτὰς δὲ Μούσας προὐϑέμην τῶν ᾀσμάτων

αὐτὸς φέρων ἄμουσον ἐν λόγοις στόμα·

ὁμηρικὸν πάντως γὰρ οὐκ ἔσχον στόμα,

οὐδ’ Ἡσιόδου γλῶσσαν ἐπλουτησάμην,

οἳ Καλλιόπας ἐξ Ἑλικῶνος μέσου

καὶ Πιερίας993 προὐκαλοῦντο τοῖς λόγοις,

ὡς ἀντιλαμβάνοιντο τῶν ποιημάτων.

σὺ γοῦν, κραταιέ, δεξιέ, στεφηφόρε,

Εὐϑύμιόν με μουσικοῖς τισι κρότοις

καὶ μουσικαῖς σάλπιξιν ὑμνήσαντά σε

πτέρυξι ταῖς σαῖς (ἄγγελος γὰρ καὶ λόγοις

καὶ πρακτέοις πέφυκας) ἐμπερισκέποις

μῆκος πολυχρόνιον ἀνύων βίου.

* * *

2. Του αυτου ηρῳελεγεια. Του τορνικη επιταφια

Τάφος ὅδ’ αἰνόταφος πνοὰν ἡμετέρην ὡς κεύϑει

ἔνδοϑί τε κρατέει φάος ἰδὲ κραδίην994.

εἴπατέ μοι, τί δράσω, πῶς τὸν βίον ἀμφιπερήσω,

ἔνδοϑι πάντα ταδὶ τύμβος ἐπεὶ κρατέει;

αἴ, αἴ με στοναχήσατε995 μοίρης εἵνεκα τῆσδε.

ὀρφανίην, τέκεα, λάχετε νηπιόϑεν·

κάτϑανε γὰρ ὑμέων ϑρέπτειρα, πότηά τε μήτηρ.

τίς ποτ’ ἐξ ἡλικίην ὑμέας ἁδροτέρην

ἀνάξειεν ἐπιφραδέως, δυσόρφανα τέκνα,

μητρὸς ἀποιχομένης ἄφαρ ἀριπρεπέος;

φεῦ, διολώλατε σὺν μελέῳ πατρί, φίλτατα τέκνα.

τοὔνεκα νῦν στεναχῶ ἄπλετα μυρόμενος,

οἴκτρ’ ὀλοφυρόμενος, πόλλ’ ἁλμυρὰ δάκρυα λείβων.

ἓξ γεγάασι τέκη ἀγλαόμορφα κεδνὰ

ἀγακλυτοῦ Χαμάκωνος, ἀγάφρονος Ἰωάννου996,

κουροπαλατῶν ὃς πρῶτα φέρ’ ἐν μεγάροις,

ἐν βασιλείοις, ὅν κεν ἄναξ φιλέεσκε Μανουήλ.

τῶν κασίγνητοι τρεῖς ἄρρενες ἀνίεσαν,

τρεῖς δὲ τ’ ἀδελφεαὶ εἴδεϊ καὶ χάρισι στίλβουσαι.

τῶν λάχον ἄκοίτιν, ἣ πέλεν ὑστατίη,

πρωτάτη δ’ ἐνὶ κάλλεϊ καὶ τῷ ἤϑει997 ὁμοία·

λευκέρυϑρος γὰρ ἀδὶ καὶ ῥοδοείκελος ἦν,

πρωτάτη δέ τε κάτϑανεν ὠκύμορος γεγαυῖα.

σήματι δ’ ἐν λαΐνεῳ τῷδε νεκρὰ κέαται.

φεῦ δ’ ἐμὲ τήνδ’ ὁράαν ὀλίγιστος λᾶας998 ἐέργει.

αἴ με, φίλα δάμαρ, αἴ με τί πάϑον ἄρα;

λυγρὸν ἴδον ϑέαμα· σέο γὰρ ἔδρακον μόρον ὠκύν·

πάϑον ἄελπτα ἐγὼν ἄλγεα ἰδὲ999 λυγρά,

τῶν ἐγὼ οὔποτε λήσομαι, ἔστ’ ἂν πότμος ἱκάνῃ

καὶ με λαβὼν πελάσῃ εἰν ἀίδου βερέϑροις.

τυμβε σύ δ’, ὃς πνοὰν ἡμετέρην μέσον ἀμφικαλύπτεις,

ἢ κατάγαγέ με νῦν ἔνϑα περ ἔσϑ’ ὁ νέκυς

ἡμετέρης ἀλόχοιο σαόφρονος ἀγλαομόρφου,

ἠὲ φῦσιν νυνί με σὴν ὄπασον λιϑίνην

καὶ με λᾶαν1000 τεῦξον (τὴν γὰρ Νιόβην νικάω)

ὡς ἀμύητος ἔω τῶνδε λυπρῶν παϑέων·

τούτου γάρ σε χάριν ζηλῶ ὅτί, τύμβε, λᾶας1001 ὢν

οὐδὲν ἐπαισϑάνῃ τῶνδε κακῶν παϑέων.

(αἲ)1002 πόσα σ’, ἀγλαόμορφε, ἀγάφρον, πότνια δάμαρ,

σῶφρον ἰδὲ1003 γλυκερά, εὔχροε, λευκέρυϑρε,

κλαῦσε, γένος μερόπων, Εὔβοιά τε μύρατο πᾶσα·

πόσσον ἄχος τ’ ἐσέδυ ἡμέτερον κατὰ δῶ1004,

πόσα μύραντο πένητες, ὁπόσσα τε δάκρυα χεῦσαν

πευϑόμενοί σε, δάμαρ, ἐν βερέϑροις ἀίδου

ἔμμεναι ἀχλυόεσσιν ἑὴν τροφὸν ἀμφιδιφῶντες.

ἀλλ’ ὁ βροτῶν κρατέων τήνοε σάωσον, ἄναξ.

3. Ἡρωϊκὰ εἰς τὸν Βίον

1005 Νήπιος ἀφ’ οὗ τύγχανον, οὐτιδανὸς δὲ τε πάις

καὶ ἀνὰ στόμα λαρὰν ὀρροδότιδά τε ϑηλὴν1006

μητρὸς ἑῆς ἐτίϑουν καὶ ἀμέλγων ὀρρὸν ἔπινον

ἠέ με μᾶλλον ἀφ’ οὗ σχεδόν, ὡς μὴ ὤφελε1007, καιροῦ

γείνατο μήτηρ καὶ εἶδον φάος ἠελίοιο

γῆν τ’ ἐπάτησα καὶ ἀγλαόεσσαν ὅϑ’ ἁμέραν εἶδον,

οὐρανὸν ἰδὲ1008 σελήνην ἰδέ γε τείρεα καλὰ

καὶ πάνϑ’ ὅσσα ϑεοῦ πλάσαντο χέρες βροτοεργοῦ,

ἄκουόν σε, Βίε, τροχὸν ἔμμεναι καὶ ἑτέρους περ

ἀνάγοντα καὶ ὀλβιόεντας ἢ πλουτεῦντας

σαῖς ἀγαϑαῖς χαρίτεσσι καλῇ τε τύχῃ δεικνύντα,

ἄλλους δ’ αὖ τε κατάγοντα σχεδὸν Ἄιδος ἐντός,

πικρότατῃ πενίῃ τε καὶ ἀτιμίῃ παραδόντα,

μυρίοις τε πάϑεσσι καὶ ἀλγειναῖς κακότησιν.

ἄκουόν σε πάλαι πάσας ἀμέρας τε χρόνους τε,

ἐλπίσι τε τρεφόμην καὶ ἰέμεναί σε νόμιζον

ὑψόϑι μ’ ἀεῖραι καὶ ἐπὶ μέγα κῦδος ἀνάξαι,

δόξῃ τ’ εὐκλείῃ τε καὶ εὐτυχίῃ παραδοῦναι.

πάντες ἐπεί δὲ χρόνοι τε καὶ ἀμέραι1009 ἐξετελεῦντο

καὶ οὔπω δέ μ’ ἀνάγαγες οὐδ’ ἀνάειρας ἔνερϑεν,

οὔτε δὲ μ’ εὐκλείῃ τε καὶ εὐτυχίῃ παρέδωκας,

ἀλλ’ ὑπένερϑεν ἀλυκτοπέδῃ μᾶλλον μ’ ἐπέδησας,

νειαίρῃ δ’ ἐνὶ γαστρὶ τροχοῦ δέσες, οὐδέ με, Βίε,

εἴασάς ποτε ὄμμ’ ἀναεῖραι οὐδ’ ἀναδῦναι

καὶ χαρίεσσαν ἰδεῖν ἁμέραν, ἀλλ’ οὐδέ τε μέλεις,

κακοτυχίη ὡς ἐπένησεν ἑὴν ἀλακάταν

εἴνεκ’ ἐμοῦ στροφόωσα καὶ ἤματα πάντα κυροῦσα

τοιάδε μ’ ἐκτελέειν κάκ’ ἄτιμά τε ἰδὲ1010 λυπηρά,

ἠὲ μέγας ϑεὸς ὡς ἐκέλευσεν ἄναξ βροτοεργός.

ὡς ἴδον, ἐν δὲ νόησα καὶ ἔργων μάϑον ἀπ’ αὐτῶν,

ἀφέμεναί σε πολύ τι φέρτερον ἔκρινα, Βίε,

καὶ τε κόμην κεῖραι, μέλανά τε χιτῶν’ ἐπιβάψαι

(οὐχ οἷον μέροπες φορέουσιν ὅσ’ ἄνϑεα γαίης

συνάγοντες ἅπαντα, γυναῖκες δ’ ὑφαίνουσιν

ἠλακάταν στροφόωσαι νήματά τε κλώϑουσαι,

ἀλλ’ οἷον πόρε φύσις εἰροπόκοις ὀίεσσι)

καὶ μιν κατὰ δέμας φορέσας ὄφρα, κεν τὸ δαμάσω,

ἱλάσομαι μέγαν οὐράνιον ϑεὸν, ὥς με σαώσῃ.

4. Ἡρωελεγεῖα ἐν ὀνείρῳ ῥηϑέντα, ὅτε ὁ βασιλεὺς ἥν ὀργιζόμενος κατ’ ἀντοῦ

1011 Ἠέρι ἐν κρυερῷ ἐγὼ ὕδατα πολλὰ παχύνω,

ὕδατι δ’ ἐχτήκω εὐκραέι τ’ ἀέρι.

5. Του δεσποτου κυρι ευϑυμιου του τορνικη

1012 πιττάκιον πρὸς τὸν Δοὐκα κῦρι Κωνσταντῖνον διὰ στίχων.

Κομνηνοδουκῶν χρυσέου γένους κλάδε,

αὐϑεντικὴ πρόσρησις ἡδύνουσά με,

ψυχὴν ἐμὴν φϑάνουσα καρδίας μέσην

καὶ πᾶν νοὸς κίνημα συγκινοῦσά μου

πρὸς ζώπυρον σὸν τῷ1013 ἀσυγκρίτῳ πόϑῳ,

ἐπεύχομαί σοι σὺν βίου λαμυρίᾳ

καὶ λαμπρὰν ὑγίειαν εἰς πλείστους χρόνους,

ἰσχὺν κατ’ ἐχϑρῶν, κατ’ ἐναντίων κράτος

καὶ πᾶν ὅ τι κἀλλιστον ἐν βίῳ μένει.

καὶ σὺ δέ μοι μέμνησο τοῖς γράμμασί σου,

οἷς πολλάκις σὺ πρὸς καλὸν γράφεις ϑύτην,

τὸν σὲ πνέοντα φιλτάτως ὡς ἀέρα

καὶ πρὸς ϑεὸν σὸν ϑερμότατον εὐχέτην,

ὅστις πρὸ τῆς χϑὲς ἡμέρας καὶ πρὸ τρίτης

φϑάσας ἀνελϑεῖν εἰς ὄρος ξυλῆς1014 χάριν

παχὺν προσεκτήσατο1015 κατάρρουν πάλιν1016.

καὶ νῦν κλινήρης1017 συχνάκις ἀποπτύων

ἃ τῆς κεφαλῆς καὶ κορύζης ἐκρέει,

μόλις ἀποσπῶν ἐκ δὲ τοῦ στήϑους μέσον

ὑγρὰ παγέντα γλίσχρα μυξώδη1018 πάχη.

ἀλλὰ ϑεὸς ῥύσαιτο τοῦτον ἐκ νόσου

καὶ σοί δὲ τῷ ϑέλοντι σὴν σωτηρίαν

ζωὴν πολυχρόνιον ἐν βίῳ νέμει.

6. Του τορνικη ευϑυμιου

1019 Χρώμασι λεπτοῖς, εἰ δυνατόν, ζωγράφε,

σκιάν μόνον σκίαζε τὴν Αἰγυπτίαν·

ὁρῶ γὰρ ἄρτι καὶ σκιὰν κρατουμένην.

εἰ δ’ ἑλκύει1020 τέχνη σε πρὸς τὴν εἰκόνα,

πρόσσχες τὸ λοιπόν· ἀκριβῶς μόνον τύπου

ὀστοῦν πρὸς ὀστοῦν, ὑμένα πρὸς ὑμένα,

σαρκὸς δὲ παχύτητα μηδόλως γράφε,

μὴ ψευδογραφῶν τῆς ἀληϑείας ἀπῇς1021.

* * *

7. Αινιγματα αφυους ευϑυμιου

1

1022 Ζῷον αἰσχρὸν πέφυκα ἐκ τῶν ἐλαχίστων

σῶον πεφυκὸς καὶ λίαν ἐρριμμένον1023,

ἄχρηστον ὄντως καὶ κατὰ πάντα λόγον.

ἢν οὖν κεφαλὴν τὴν ἐμὴν τεμεῖν ϑέλῃς,

ἐνήδονον εὕρῃς με κἀκ τῶν χρησίμων

καὶ μάχιμον κατὰ πάντα λόγον.

μῦς καὶ χοῖρος.

2

Ἐπώνυμον πέφυκα κακὸν εἰσφέρον

πάσης βλάβης πρόξενον τυγχάνον, ξένε.

ἢν οὖ ϑελήσῃς ἐκτεμεῖν ἐκ τῆς μέσης,

εὕρῃς με πάντων εὐεργέτην, προστάτην·

μόνον τὸ μικρὸν τρέψον εἰς τέλος μέγα·

μετάϑες αὖϑις ἐν τελει καὶ τὸν τόνον.

φόνος ὦς.

3

Ζῷον κακὸν πέφυκα, τῶν αἰσχρῶν λίαν

καὶ φαρμακουργὸν διττὰς εἰσφέρον κάρας,

ἃς εἰ ϑελήσεις ἐκτεμεῖν παραυτίκα,

λίαν με καλὸν καταστήσεις, ὦ ξένε,

κἀμοῦ τε ἄνευ οὐ τὸ τυχὸν ἰσχύσεις,

μόνον μετάϑες τὸν τόνον πρὸς τὸ τέλος.

* * *

8. Εκϑεσις αινιγματων тоυ τορνικη κυρι ευϑυμιου

1

Ἔλεγχός1024 εἰμι τῶν φίλους ἀρνουμένων,

βροτοὺς ἐγείρω, πρὸς πόνους παροτρύνω·

τέμνεις κεφαλήν, ἐκϑερίζεις αὐχένα

καὶ γίνομαι παῖς αὐτίκα βασιλέως1025,

ἀνὴρ σϑεναρός, ἀκλόνητος ἐν μάχαις.

Ἀλέκτωρ.

2

Ἐπαινετή τις καὶ τεχνῶν κρείττων τέχνη

ἓξ γράμμασι τὴν κλῆσιν ἡρμόσατό μοι,

κἂν γοῦν Ἡρακλῆς σὺ φανῇς ἄλλος, ξένε,

καὶ τὰς κεφαλὰς ἐκτέμῃς μου τῷ ξίφει,

ὕδραν πολυκέφαλον ἄλλην ἐκμάϑῃς·

μόνον τὸ μικρὸν γράψον εἰς τέλος μεγα

μικρὰν χάριν δοὺς ἀντὶ μαστίγων τόσων.

τέμνεις κεφαλήν, οὐ πτοοῦμαι τὸ ξίφος·

ἄτρωτον1026 ἀπλῆγά με διδάσκου, ξένε·

τὴν δευτέραν αὖ καὶ φανοῦμαι γεννάδας,

ἐξ ἄστεος κλῆσίν τε δευτέραν φέρων·1027

τρίτην δ’ ἀφαιρεῖς, ἀλλὰ πόρρω που φύγω,

ἀλλ’ ἐϑνκὸν1028 μάϑῃς με καὶ φεύγοντά σε.

φεύγοντα διώκεις με καὶ πλήττειν ϑέλεις

ἐμὴν κεφαλὴν ἐκϑερίσων ὑστάτην,

τοῦ σώματός σου γίνομαι πάλαι μέρος1029,

αἰσϑητικὸν φανέντα τῷ ξίφει τάμῃς.

Ἰατρός.

3

Ὡς εὐγενὴς πέφυκα καὶ κἀλλους γέμω1030

καὶ πᾶς βροτὸς ποϑεῖ με τῶν δυοῖν χάριν·

καλλύνεται ξύμπας γάρ, εἰ χρήσαιτό μοι,

καὶ κάλλος αὐχεῖ κατὰ τῶν ἐναντίων·

μόνον δὲ τὸν βόστρυχον, ἂν φϑάσῃς, τέμῃς1031,

εὐϑὺς παϑόντα τοῦ Σαμψὼν ἴδῃς πάϑος·

τὸν χϑὲς σϑεναρὸν καὶ κεκαλλωπισμένον

ὄψει με μὴ σϑένοντα καὶ κάλλους δίχα

καὶ τὴν κάραν ἴδῃς με δασύνοντά μου·

εἰ δ’ ἐκτεμεῖς μου τὴν δασυνϑεῖσαν κάραν,

γράψεις δὲ διπλοῦν τῶν ἐμῶν ἔν γραμμάτων,

ὄψει με φιλαίματον1032 ἐν μάχαις Ἄρην,

ἀνδρῶν κραταιῶν χερσὶν ἠκονημένον,

πλήττοντα καὶ σφάττοντα τοὺς ἐναντίους.

Xρυσός.

4

Ἐγὼ κακῶν κάκιστος ἀρχῆϑεν μένω·

δασὺν φέρω τράχηλον, ὡς καὶ τὴν κάραν.

εἰ γοῦν σὺ τὸν τράχηλον ἐκτέμῃς μόνον,

κακου πατρὸς χείριστον εὑρήσεις γόνον·1033

εἰ δὲ ψιλώσεις τὴν δασυνϑεῖσαν κάραν,

πολλοῖς βροτοῖς κύοντα τοὺς πόνους ἴδῃς1034.

οὐκοῦν πατήρ, παῖς, ἔγγονος, κακὰ τρία,

φϑορὰν παρεισφόρησαν εἰς πᾶσαν χϑόνα.

Φϑόνος.

5

βροτόν εἰμι καὶ ἀϑεώρητον καὶ πάσης ἡδονῆς διαφέρον· τὸ ὄνομά μου ἔστι πέντε γράμματα καὶ ὁ ψῆφος τῶν γραμμάτων ω´.

Ὕπνος.

6

Οὐρανῷ ὑποδέδειγμαι, γῇ ὑποδέδειγμαι· τὸ ὄνομά μου τρία γράμματα καὶ ὁ ψῆφος τῶν γραμμάτων αφ´.

Φῶς.

7

Ἀριϑμὸς καὶ πέντε μικροῦ πεντάδος καὶ γῆς κυκλοῦμαι τὸν πλατυπλεϑρον κύκλον.

Ἀλψάβητος.

8

Γράμμασι τέτρασι συλλαβὴν φέρῳ μίαν, φρονήσεώς τε πέφυκα πρῶτος. ἐὰν γοῦν τὸ πρῶτον ἐξέλῃς τῶν γραμμάτων, τῶν ε´ αἰσϑήσεων εὕρῃς με μίαν. Εἰ δ’ οὖν καὶ τὸ δεύτερον ἐξέλῃς πάλιν, ζῷον εὕρῃς με τῶν πολυφάγων ἕν.

(νοῦς), οὖς, (ὖς)1035

9. (Тоυ αυτου)

+ Χρησμοὶ1036 λεγόμενοι παρὰ τὸν ἁγιον Ἀρτεμίον.

Μὴ ὄφελες1037 πύματόν1038 με καὶ ὕστατον1039 ἐξαιρέεσϑαι1040,

δύσμορ’1041 ἐμῶν πρὁπώλων1042, πέρι ϑεσπεσίοιο ϑεοῖο

καὶ πνοῆς, τῆς πάντα1043 πέριξ βοτρυδὸν ἐχούσης τείρεα1044,

φῶς ποταμοὺς1045 καὶ τάρταρον, ἠέρα καὶ ὕδωρ καὶ πῦρ.

ἥ με καὶ οὐκ ἐϑέλοντα δόμων τῶν ὧδε διώκει.

ἡ ἐμὴ τριπόδων1046 ἔτι λείπετο ἠριγένεια.

αἴ, αἴ με, τρίποδες1047, στοναχήσατε οἴχετ’ ἀπόλλων1048, οἴχετ’

ἐπεὶ βρωτός με βιάζεται οὐράνιος, φῶς, καὶ ὁ παϑὼν

ϑεός ἐστι καὶ οὐ ϑεότης πάϑεν αὐτή.

* * *

Μὴ ὄφελες πύματόν με

καὶ ὕστατον ἑξαιρέεσϑαι,

δυσμορ’ ἐμῶν προπώλων

πέρι ϑεσπεσίου ϑεοῖο καὶ πνοῆς

τῆς πάντα πέριξ βοτρυδὸν

ἐχούσης τείρεα, φῶς, ποταμοὺς

καὶ τάρταρον, ἠέρα καὶ ὕδωρ

καὶ πῦρ, ἥ με καὶ οὐκ ἐϑέλοντα

δόμων τῶν ὧδε διώκει

ἡ ἐμὴ τριπόδων ἔτι λείπετο ἠριγένεια.

αἴ, αἴ με, τρίποδες, στοναχήσατε

οἴχετ’ ἀπόλλων, οἴχετ’,

ἐπεὶ βρωτός με βιάζεται

οὐράνιος, φῶς, καὶ ὁ παϑὼν

ϑεός ἐστι καὶ οὐ ϑεότης πάϑεν αὐτή.

* * *

* * *

955

 Κώδ. φ. 122β–127β.

956

 κῶδ. μουσοργίαν.

957

 στερόν.

958

 κ(α)ὶ συμπλ. τόπου διατρ.

959

 ἀγλαϊέσσης] Kurtz, κῶδ. ἀγλαέσσης.

960

 μεταξὺ τῶν ϑεὸς ἄπλετ’ ὁ Kurtz δείκνυσιν ἐλλειμμα.

961

 ἀντιμάχοις Kurtz, κῶδ. ἀντιμάχοισι.

962

 ἔπὶ] Kurtz, κῶδ. ἔπως.

963

 ἐγὼ] ἀγὼ.

964

 κλυτὸν] κῶδ. κλιτὸν.

965

 ὡς] στίχος ἀτελής, τοῦ τόπου αὐτοῦ κενοῦ ἀφεϑέντος.

966

 καλὸν... κτίσιος] Kurtz, κῶδ. ἐκτίσιος.

967

 Ευτερπη, ἀνακρεόντεια] κῶδ. Ἐυτρέπη ἀνακρεέντ(ια)

968

 (ἤτις εὗρεν)] προσϑ. ἡμετ. ἴδε ἔμπροσϑεν τήν ἐπιγρβφὴν Θαλείας.

969

 Εὐτέρπην] κῶδ. εὐτρέπην·καὶ ἀνωτέρω ἐν τῇ ἐπιγραφῇ Εὐτρέπη.

970

 ἄπο κροῦμά] κῶδ. ἀποκροῦμα.

971

 κλίνατε] κῶδ. κλίνατα.

972

 ἄτρυτος] κῶδ. ἄτροτος.

973

 μετὰ τὸ ὑπερηφάνων τόπος οὕτω κενὸς καὶ ἄγραφος.

974

 κύνας οὕτως Kurtz, κῶδ. κύνοις ὥσπερ.

975

 (νῦν)] συμπλ. ἡμ. ἐφϑ. τόπου.

976

 πρότερον Kurtz, κῶδ. πότερον.

977

 (Μελπομενη)] προσϑ. ἡμετ.

978

 ᾄδοισα] ἐν τῷ κῶδ. ᾄδουσα.

979

 ἀρωρίδας] οὕτως ὁ κῶδιξ.

980

 πάταγον] κῶδ. πάτταγον.

981

 κυδαλίμων τ’] κῶδ. κυδαλιμών τ’.

982

 Παιωνικά] κῶδ. παιονικά. Της Οὐρανίας οἱ στίχοι ἐν τῷ κώδ. ἀνεπίγραφοι, τὸ δὲ κείμιενον, ὡς καὶ τῶν λοιπῶν ἐξ ἀρχῆς ἄχρι πέρατος, ἐν δυσὶ στήλαις.

983

 μες (ὅπερ ἀκατάληπτον) οὕτω ἔχει ἔν τῷ κώδικι.

984

 προσηρμόσϑησαν] κῶδ. προσηρμώσϑησαν.

985

 ἔξαμμα] = ἀσπίδος· πρβλ. Θεμίστιον ἐν λόγῳ 13. σ. 166 Α «ἐπεὶ οὖν ἡψάμην ἐλπίδος, ἣν πάλαι τρέφων καὶ ὐδίνων οὐκ εἶχον ἔξαμμα, ὅπως αὐτῆς ἐπιλαβοίμην».

986

 μουσικὸν] κῶδ. μουσικῶν.

987

 (καὶ)] συμπλ. τόπου διατρ.

988

 σκηπτοκράτωρ] κῶδ. σκηπτροκράτωρ.

989

 (δὲ)] προσϑ. Kurtz.

990

 (Ὁ ὕμνος Οὐρανίας)] προσϑήκη ἡμετέρα.

991

 (γε) προσϑ. Kurtz.

992

 ἀνὴρ ... πυῤῥάκης μένει] πρβλ. Βασιλ. 1, ις´, 12 «καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφϑαλμῶν».

993

 Πιερίας] κῶδ. πιερείας.

994

 κῶδ. φύλλ. 126а–127а.

995

 στοναχήσατε] κῶδ. στοναχίσετε.

996

 Ἰωάννου] κῶδ. ἰωάννης.

997

 τῷ ἤϑει Kurtz, κῶδ. ἤϑεσιν.

998

 λᾶας] κῶδ. λάας.

999

 ἰδὲ] κῶδ. ἠδὲ

1000

 λᾶαν] κῶδ. λάαν.

1001

 λᾶας] κῶδ. λάας.

1002

 (αἲ)] προσϑ. ἐν διατρ. τόπῳ.

1003

 ἰδὲ] κῶδ. ἠδὲ.

1004

 δῶ] κῶδ. δώ.

1005

 κῶδ. φ. 127α–127β. Ἐπὶ τῆς ᾤας τῆς καϑέτου ὁ καλλιγράφος Ἰσαὰκ ὁ τοῦ Μεσοποτάμου μοναχὸς γράμμασιν ἐρυϑροῖς περὶ τῶν «ἡρωϊκῶν εἰς τὸν βίον» στίχων σημειοῦται τόδε· « + ταῦτα ἀκούων ὁ ἀναγινώσκων γενοῦ μοναχὸς φυγὼν τὸν κόσμον, εἰ μήπω γέγονας· λίαν γάρ σοι ἐπ’ ὀφελὲς ( = ἐπωφελὲς) καὶ σωτήριον + ».

1006

 ϑηλὴν] κῶδ. ϑηλὺν.

1007

 ὤφελε] κῶδ. ὤφελλε.

1008

 ἰδὲ] κῶδ. ἠδὲ.

1009

 ἀμέραι] κῶδ. ἡμέραι.

1010

 ἰδὲ] κῶδ. ἡδὲ.

1011

 Κῶδ. φ. 127β.

1012

 Κῶδ. φ. 17β–18α, εἰς δύο στήλας· προεξεδόϑη οὐκ ὀρϑῶς ὑπὸ Πορφυρίου τού Οὐσηένσκη, Первое путешествие в Синайский монастырь. Ἐν Πετρουπόλει 1856, σ. 211.

1013

 τῷ κῶδ. ἐν.

1014

 ξυλῆς] κῶδ. ξυλοῖς.

1015

 προσεκτήσατο κῶδ. προσεκτίσατο.

1016

 πάλιν] κῶδ. πάλαι (ιν).

1017

 κλινήρης] κῶδ. κλινήρις (η).

1018

 μυξώδη] κῶδ. μίξώδη.

1019

 Τοῦ Τορνίκη κτλ.] κῶδ. Συνοδ. Μόσχας 458, φύλλ. 185β (№ 437. Арх. Владимир, Сист. опис. рукоп. Москов. Синодальной (патриаршей) Библиотеки. Ἐν Μόσχᾳ 1894. Τμῆμα πρῶτον, σ. 666). Ἐκδίδοται κατ’ ἀντίγραφον γενόμενον δι’ ἐμὲ παρὰ τοῦ ἀρχιμανδρίτου Ἀϑανασίου, ἀντιπροσώπου ἐν Ῥωσίᾳ τοῦ Ἱεροσολυμιτικοῦ Πατριαρχικοῦ Θρόνου ἔτει 1901-ῳ· ἐν δὲ τούτου ἀγνοίᾳ Σπυρίδων ὁ Λάμπρος ὕστερον (1902) ἀντίγραφον πορισάμενος τοῦ Η. Попов τὸ ἐπίγραμμα τοῦτο προεξέδωκεν ἐν τῷ Νέῳ Ἑλληνομνήμονι (Ἐν Ἀϑήναις 1905, τ. 3, σ. 478).

1020

 ἑλκύει] κῶδ. ἑλκύη.

1021

 ἀπῇς Kurtz, κῶδ. πάσης.

1022

 Κῶδ. Baroccianus 76, φ. 385, 385α–386β (Н. О. Сохе, Catal. cod. MSS. Bibl. Bodleianae. Pars I. Oxonii 1853, σ. 138). Ἐκδίδοται ἀπὸ φωτογραφικῶν ἀποτυπωμάτων προμηϑευϑέντων μοι φιλοφρόνως ὑπὸ τοῦ ἐν Π/πόλει Αὐτοκρατορικοῦ Πανεπιστημίου καϑηγητοῦ Βλαδιμίρου Νικ. Μπενεσσέβιτς.

1023

 ἐρριμμένον] κῶδ. ἐριμμένον.

1024

 Ἔλεγχός] τοῦτο ηροεξέδωκεν ἀνωνύμως Ε. Miller, Manuelis Philae carmina. Parisiis 1855–1857, τ. 2, σ. 418, ἀριϑ. LIV.

1025

 βασιλέως] νοητέος ὁ Ἕκτωρ.

1026

 ἄτρωτον = ἀτρώς.

1027

 ἄστεος κλῆσίν ... φέρων = Τρῶς.

1028

 ἐϑνκὸν = Ῥώς.

1029

 σώματός ... μέρος = ὦς = οὖς.

1030

 Ὡς εὐγ. ... κἀλλους γέμω = χρυσός.

1031

 τὸν βόστρυχον ... τέμης = ῥυσός.

1032

 γράψεις δὲ διπλοῦν ... φιλαίματον = ὑσσός.

1033

 εἰ ... τράχηλον ἐκτέμῃς ... κακου πατρὸς χείρ. εὑρ. γόνον = φόνος.

1034

 εἰ δὲ ψιλώσεις ... πόνους ἴδῃς = πόνος. Τὰς ἑρμηνείας ταῦτας ἀνεκοίνωσέ μοι Dr. Kurtz.

1035

 (νοῦς), οὖς, (ὖς)] προσϑῆκαι ἡμέτεραι.

1036

 Χρησμοὶ] κῶδ. χρισμοὶ.

1037

 Μὴ ὄφελες] ἄνωϑεν ἄμποτε.

1038

 πύματόν] ἄνωϑεν ἔσχατον.

1039

 ὕστατον] ὕστερον.

1040

 ἐξαιρέεσϑαι] ἄνωϑεν ἐκκοπῆναι.

1041

 δύσμορ’] δύσμωρ. ἄνωϑεν δυσϑάνατε.

1042

 πρὁπώλων] ἄνωϑεν δούλων.

1043

 τῆς πάντα] ἄνωϑεν τῆς πανταχοῦ.

1044

 βοτρυδὸν ἐχ. τείρεα] ἄνωϑεν δίκηνβότρυος ἀπτομένης ἄστρα.

1045

 ποταμοὺς] ἄνωϑεν ὕδωρ.

1046

 ἡ ἐμὴ τριπόδων] ἄνωϑεν τὶς τῶν πυρεστιῶν.

1047

 τρίποδες] ἄνωϑεν ὦ.

1048

 ἀπόλλων] ἄνωϑεν ἀπόλων.


Источник: Noctes Petropolitanae / Papadopoulos-Kerameus A. Petersburg : V.F. Kirshbaum, 1913. - 302 p.

Комментарии для сайта Cackle