Скрыть
1:7
1:10
1:11
1:12
1:15
1:16
ᾆσμα ᾀσμάτων ὅ ἐστιν τῷ Σαλωμων
2φιλησάτω με ἀπο­̀ φιλημάτων στόμα­τος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον
3καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάν­τα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου δια­̀ τοῦτο νεάνιδες ἠγάπησάν σε
4εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον εὐθύτης ἠγάπησέν σε
5μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων
6μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαν­το ἐν ἐμοί ἔθεν­τό με φυλάκισ­σαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
7ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου
8ἐὰν μὴ γνῷς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπι­̀ σκηνώμασιν τῶν ποιμένων
9τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλη­σίον μου
10τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι
11ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου
12ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ
13ἀπό­δεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθή­σε­ται
14βότρυς τῆς κύπρο­υ ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι
15ἰδοὺ εἶ καλή ἡ πλη­σίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραί
16ἰδοὺ εἶ καλός ὁ ἀδελφιδός μου καί γε ὡραῖος προ­̀ς κλίνη ἡμῶν σύσκιος
17δοκοὶ οἴκων ἡμῶν κέδροι φατνώματα ἡμῶν κυπάρισ­σοι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible