Скрыть
8:4
8:10
8:20
8:21
8:22
8:25
8:26
8:39
οὐδὲν ἄρα νῦν κατα­́κριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ
ὁ γὰρ νόμος τοῦ πνεύ­μα­τος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπο­̀ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου
τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει δια­̀ τῆς σαρκός ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί
ἵνα τὸ δικαίωμα τοῦ νόμου πλη­ρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατα­̀ σάρκα περιπατοῦσιν ἀλλὰ κατα­̀ πνεῦμα
οἱ γὰρ κατα­̀ σάρκα ὄν­τες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ δὲ κατα­̀ πνεῦμα τὰ τοῦ πνεύ­μα­τος
τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνα­τος τὸ δὲ φρόνημα τοῦ πνεύ­μα­τος ζωὴ καὶ εἰρήνη
διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσ­σεται οὐδὲ γὰρ δύναται
οἱ δὲ ἐν σαρκὶ ὄν­τες θεῷ ἀρέσαι οὐ δύναν­ται
ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύ­ματι εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἔστιν αὐτοῦ
εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ μὲν σῶμα νεκρὸν δια­̀ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ δια­̀ δικαιοσύνην
εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραν­τος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν δια­̀ τοῦ ἐνοικοῦν­τος αὐτοῦ πνεύ­μα­τος ἐν ὑμῖν
ἄρα οὖν ἀδελφοί ὀφειλέται ἐσμέν οὐ τῇ σαρκὶ τοῦ κατα­̀ σάρκα ζῆν
εἰ γὰρ κατα­̀ σάρκα ζῆτε μέλλετε ἀπο­θνῄσκειν εἰ δὲ πνεύ­ματι τὰς πράξεις τοῦ σώμα­τος θανατοῦτε ζήσεσθε
ὅσοι γὰρ πνεύ­ματι θεοῦ ἄγον­ται οὗτοι υἱοὶ θεοῦ εἰσιν
οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν αββα ὁ πατήρ
αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύ­ματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ
εἰ δὲ τέκνα καὶ κληρονόμοι κληρονόμοι μὲν θεοῦ συγκληρονόμοι δὲ Χριστοῦ εἴπερ συμπάσχομεν ἵνα καὶ συν­δοξασθῶμεν
λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ προ­̀ς τὴν μέλλουσαν δόξαν ἀπο­καλυφθῆναι εἰς ἡμᾶς
ἡ γὰρ ἀπο­καραδοκία τῆς κτίσεως τὴν ἀπο­κάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται
τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ δια­̀ τὸν ὑποτάξαν­τα ἐφ᾿ ἑλπίδι
ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθή­σε­ται ἀπο­̀ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ
οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συν­ωδίνει ἄχρι τοῦ νῦν
οὐ μόνον δέ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύ­μα­τος ἔχον­τες ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπο­λύτρωσιν τοῦ σώμα­τος ἡμῶν
τῇ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς ὃ γὰρ βλέπει τίς ἐλπίζει
εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα
ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συν­αν­τιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν τὸ γὰρ τί προ­σευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεν­τυγχάνει στεναγμοῖς ἀλαλήτοις
ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύ­μα­τος ὅτι κατα­̀ θεὸν ἐν­τυγχάνει ὑπὲρ ἁγίων
οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάν­τα συν­εργεῖ εἰς ἀγαθόν τοῖς κατα­̀ προ­́θεσιν κλητοῖς οὖσιν
ὅτι οὓς προ­έγνω καὶ προ­ώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς
οὓς δὲ προ­ώρισεν τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσεν τούτους καὶ ἐδόξασεν
τί οὖν ἐροῦμεν προ­̀ς ταῦτα εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τίς καθ᾿ ἡμῶν
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἀλλὰ ὑπὲρ ἡμῶν πάν­των παρέδωκεν αὐτόν πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάν­τα ἡμῖν χαρί­σε­ται
τίς ἐγκαλέσει κατα­̀ ἐκλεκτῶν θεοῦ θεὸς ὁ δικαιῶν
τίς ὁ κατα­κρινῶν Χριστὸς Ἰησοῦς ὁ ἀπο­θανών μᾶλλον δὲ ἐγερθείς ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ ὃς καὶ ἐν­τυγχάνει ὑπὲρ ἡμῶν
τίς ἡμᾶς χωρίσει ἀπο­̀ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα
καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς προ­́βατα σφαγῆς
ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν δια­̀ τοῦ ἀγαπήσαν­τος ἡμᾶς
πέπεισμαι γὰρ ὅτι οὔτε θάνα­τος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλον­τα οὔτε δυνάμεις
οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνή­σε­ται ἡμᾶς χωρίσαι ἀπο­̀ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible