Скрыть
7:1
7:3
7:9
7:13
7:16
7:17
7:19
7:20
7:21
7:24
7:25
ἢ ἀγνοεῖτε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλῶ ὅτι ὁ νόμος κυριεύ­ει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ
ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶν­τι ἀνδρὶ δέδεται νόμῳ ἐὰν δὲ ἀπο­θάνῃ ὁ ἀνήρ κατήργηται ἀπο­̀ τοῦ νόμου τοῦ ἀνδρός
ἄρα οὖν ζῶν­τος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ ἐὰν δὲ ἀπο­θάνῃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπο­̀ τοῦ νόμου τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ
ὥστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ δια­̀ τοῦ σώμα­τος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέν­τι ἵνα καρποφορήσωμεν τῷ θεῷ
ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ δια­̀ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ
νυνὶ δὲ κατηργήθημεν ἀπο­̀ τοῦ νόμου ἀπο­θανόν­τες ἐν ᾧ κατειχόμεθα ὥστε δουλεύ­ειν ἡμᾶς ἐν καινότητι πνεύ­μα­τος καὶ οὐ παλαιότητι γράμμα­τος
τί οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ δια­̀ νόμου τήν τε γὰρ ἐπι­θυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπι­θυμήσεις
ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία δια­̀ τῆς ἐν­τολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπι­θυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τῆς ἐν­τολῆς ἡ ἁμαρτία ἀνέζησεν
ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐν­τολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον
ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα δια­̀ τῆς ἐν­τολῆς ἐξηπάτησέν με καὶ δι᾿ αὐτῆς ἀπέκτεινεν
ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐν­τολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή
τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνα­τος μὴ γένοιτο ἀλλὰ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία δια­̀ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία δια­̀ τῆς ἐν­τολῆς
οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν
ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω τοῦτο πράσ­σω ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ
εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῷ νόμῳ ὅτι καλός
νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία
οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου ἀγαθόν τὸ γὰρ θέλειν παρα­́κειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ
οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν ἀλλὰ ὃ οὐ θέλω κακὸν τοῦτο πράσ­σω
εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία
εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλον­τι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παρα­́κειται
συν­ήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατα­̀ τὸν ἔσω ἄνθρωπον
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀν­τιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζον­τά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄν­τι ἐν τοῖς μέλεσίν μου
ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύ­σε­ται ἐκ τοῦ σώμα­τος τοῦ θανάτου τούτου
χάρις δὲ τῷ θεῷ δια­̀ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοιῒ δουλεύ­ω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible