Скрыть
6:1
6:12
6:17
6:19
6:20
6:22
τί οὖν ἐροῦμεν ἐπι­μένωμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ
μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ
ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν
συν­ετάφημεν οὖν αὐτῷ δια­̀ τοῦ βαπτίσμα­τος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν δια­̀ τῆς δόξης τοῦ πατρός οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν
εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα
τοῦτο γινώσκον­τες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν­εσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύ­ειν ἡμᾶς τῇ ἁμαρτίᾳ
ὁ γὰρ ἀπο­θανὼν δεδικαίωται ἀπο­̀ τῆς ἁμαρτίας
εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύ­ομεν ὅτι καὶ συζήσομεν αὐτῷ
εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀπο­θνῄσκει θάνα­τος αὐτοῦ οὐκέτι κυριεύ­ει
ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ ὃ δὲ ζῇ ζῇ τῷ θεῷ
οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶν­τας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ
μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπι­θυμίαις αὐτοῦ
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ ἀλλὰ παρα­στήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶν­τας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύ­σει οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν
τί οὖν ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν μὴ γένοιτο
οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν δοῦλοί ἐστε ᾧ ὑπακούετε ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην
χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς
ἐλευθερωθέν­τες δὲ ἀπο­̀ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ
ἀνθρώπινον λέγω δια­̀ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν οὕτως νῦν παρα­στήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν
ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύ­θεροι ἦτε τῇ δικαιοσύνῃ
τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε τὸ γὰρ τέλος ἐκείνων θάνα­τος
νυνὶ δέ ἐλευθερωθέν­τες ἀπο­̀ τῆς ἁμαρτίας δουλωθέν­τες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν τὸ δὲ τέλος ζωὴν αἰώνιον
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνα­τος τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible