Скрыть
4:1
4:5
4:6
4:7
4:9
4:10
4:12
4:14
4:16
4:19
4:20
4:22
4:24
τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προ­πάτορα ἡμῶν κατα­̀ σάρκα
εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ᾿ οὐ προ­̀ς θεόν
τί γὰρ ἡ γραφὴ λέγει ἐπι­́στευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατα­̀ χάριν ἀλλὰ κατα­̀ ὀφείλημα
τῷ δὲ μὴ ἐργαζομένῳ πιστεύ­ον­τι δὲ ἐπι­̀ τὸν δικαιοῦν­τα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην
καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν
ὁ μακαρισμὸς οὖν οὗτος ἐπι­̀ τὴν περιτομὴν ἢ καὶ ἐπι­̀ τὴν ἀκροβυστίαν λέγομεν γάρ ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην
πῶς οὖν ἐλογίσθη ἐν περιτομῇ ὄν­τι ἢ ἐν ἀκροβυστίᾳ οὐκ ἐν περιτομῇ ἀλλ᾿ ἐν ἀκροβυστίᾳ
καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ εἰς τὸ εἶναι αὐτὸν πατέρα πάν­των τῶν πιστευόν­των δι᾿ ἀκροβυστίας εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην
καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ
οὐ γὰρ δια­̀ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου ἀλλὰ δια­̀ δικαιοσύνης πίστεως
εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία
ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὗ δὲ οὐκ ἔστιν νόμος οὐδὲ παρα­́βασις
δια­̀ τοῦτο ἐκ πίστεως ἵνα κατα­̀ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παν­τὶ τῷ σπέρματι οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ ὅς ἐστιν πατὴρ πάν­των ἡμῶν
καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναν­τι οὗ ἐπι­́στευσεν θεοῦ τοῦ ζῳοποι­οῦν­τος τοὺς νεκροὺς καὶ καλοῦν­τος τὰ μὴ ὄν­τα ὡς ὄν­τα
ὃς παρ᾿ ἐλπίδα ἐπ᾿ ἐλπίδι ἐπι­́στευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατα­̀ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου
καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον ἑκατον­ταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας
εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ᾿ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ
καὶ πλη­ροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι
διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
οὐκ ἐγράφη δὲ δι᾿ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ
ἀλλὰ καὶ δι᾿ ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύ­ουσιν ἐπι­̀ τὸν ἐγείραν­τα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν
ὃς παρεδόθη δια­̀ τὰ παρα­πτώματα ἡμῶν καὶ ἠγέρθη δια­̀ τὴν δικαίωσιν ἡμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible