Скрыть
3:1
3:5
3:7
3:15
3:16
3:26
3:27
3:28
τί οὖν τὸ περισ­σὸν τοῦ Ἰουδαίου ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς
πολὺ κατα­̀ πάν­τα τρόπον πρῶτον μὲν γὰρ ὅτι ἐπι­στεύ­θησαν τὰ λόγια τοῦ θεοῦ
τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει
μὴ γένοιτο γινέσθω δὲ ὁ θεὸς ἀληθής πᾶς δὲ ἄνθρωπος ψεύ­στης καθὼς γέγραπται ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε
εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν τί ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπι­φέρων τὴν ὀργήν κατα­̀ ἄνθρωπον λέγω
μὴ γένοιτο ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον
εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύ­σματι ἐπερίσ­σευσεν εἰς τὴν δόξαν αὐτοῦ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι
καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά ὧν τὸ κρίμα ἔνδικόν ἐστιν
τί οὖν προ­εχόμεθα οὐ πάν­τως προ­ῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάν­τας ὑφ᾿ ἁμαρτίαν εἶναι
καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς
οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν
πάν­τες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ὁ ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσ­σαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα
σύν­τριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν
οὐκ ἔστιν φόβος θεοῦ ἀπέναν­τι τῶν ὀφθαλμῶν αὐτῶν
οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ
διότι ἐξ ἔργων νόμου οὐ δικαιωθή­σε­ται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ δια­̀ γὰρ νόμου ἐπι­́γνωσις ἁμαρτίας
νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προ­φητῶν
δικαιοσύνη δὲ θεοῦ δια­̀ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάν­τας τοὺς πιστεύ­ον­τας οὐ γάρ ἐστιν δια­στολή
πάν­τες γὰρ ἥμαρτον καὶ ὑστεροῦν­ται τῆς δόξης τοῦ θεοῦ
δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι δια­̀ τῆς ἀπο­λυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ
ὃν προ­έθετο ὁ θεὸς ἱλαστήριον δια­̀ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ δια­̀ τὴν πάρεσιν τῶν προ­γεγονότων ἁμαρτημάτων
ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ προ­̀ς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦν­τα τὸν ἐκ πίστεως Ἰησοῦ
ποῦ οὖν ἡ καύχησις ἐξεκλείσθη δια­̀ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ δια­̀ νόμου πίστεως
λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου
ἢ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν
εἴπερ εἷς ὁ θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν δια­̀ τῆς πίστεως
νόμον οὖν καταργοῦμεν δια­̀ τῆς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστάνομεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible