Скрыть
16:1
16:2
16:5
16:6
16:7
16:8
16:9
16:10
16:11
16:12
16:13
16:14
16:15
16:19
16:22
16:23
16:24
συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν καὶ δια­́κονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς
ἵνα αὐτὴν προ­σδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παρα­στῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προ­στάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ
ἀσπάσασθε Пρίσκαν καὶ Ἀκύλαν τοὺς συν­εργούς μου ἐν Χριστῷ Ἰησοῦ
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν
ἀσπάσασθε Μαρίαν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συν­αιχμαλώτους μου οἵτινές εἰσιν ἐπι­́σημοι ἐν τοῖς ἀπο­στόλοις οἳ καὶ προ­̀ ἐμοῦ γέγοναν ἐν Χριστῷ
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ
ἀσπάσασθε Οὐρβανὸν τὸν συν­εργὸν ἡμῶν ἐν Χριστῷ καὶ στάχυν τὸν ἀγαπητόν μου
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου
ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσ­σου τοὺς ὄν­τας ἐν κυρίῳ
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ ἀσπάσασθε Пερσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ
ἀσπάσασθε Ἀσύγκριτον Φλέγον­τα Ἑρμῆν Пατροβᾶν Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάν­τας ἁγίους
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ ἀσπάζον­ται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ
παρα­καλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρα­̀ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποι­οῦν­τας καὶ ἐκκλίνετε ἀπ᾿ αὐτῶν
οἱ γὰρ τοι­οῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύ­ουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ δια­̀ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάν­τας ἀφίκετο ἐφ᾿ ὑμῖν οὖν χαίρω θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν
ὁ δὲ θεὸς τῆς εἰρήνης συν­τρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ᾿ ὑμῶν
ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συν­εργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπι­στολὴν ἐν κυρίῳ
ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας ἀσπάζεται ὑμᾶς Ἔρασ­τος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός

24τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατα­̀ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατα­̀ ἀπο­κάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγη­μέ­νου

25φανερωθέν­τος δὲ νῦν δια­́ τε γραφῶν προ­φητικῶν κατ᾿ ἐπι­ταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάν­τα τὰ ἔθνη γνωρισθέν­τος
26μόνῳ σοφῷ θεῷ δια­̀ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible