Скрыть
15:6
15:14
15:15
15:17
15:18
15:19
15:24
15:28
ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν
ἕκασ­τος ἡμῶν τῷ πλη­σίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν προ­̀ς οἰκοδομήν
καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόν­των σε ἐπέπεσαν ἐπ᾿ ἐμέ
ὅσα γὰρ προ­εγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα δια­̀ τῆς ὑπομονῆς καὶ δια­̀ τῆς παρα­κλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν
ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρα­κλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατα­̀ Χριστὸν Ἰησοῦν
ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
διὸ προ­σλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προ­σελάβετο ὑμᾶς εἰς δόξαν τοῦ θεοῦ
λέγω γὰρ Χριστὸν δια­́κονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν καθὼς γέγραπται δια­̀ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνοματί σου ψαλῶ
καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
καὶ πάλιν αἰνεῖτε πάν­τα τὰ ἔθνη τὸν κύριον καὶ ἐπαινεσάτωσαν αὐτὸν πάν­τες οἱ λαοί
καὶ πάλιν Ἠσαΐας λέγει ἔσται ἡ ῥίζα τοῦ Ἰεσ­σαί καὶ ὁ ἀνιστά­με­νος ἄρχειν ἐθνῶν ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν
ὁ δὲ θεὸς τῆς ἐλπίδος πλη­ρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύ­ειν εἰς τὸ περισ­σεύ­ειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύ­μα­τος ἁγίου
πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπλη­ρω­μέ­νοι πάσης τῆς γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν
τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπο­̀ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς δια­̀ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦν­τα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προ­σφορὰ τῶν ἐθνῶν εὐπρο­́σδεκτος ἡγιασμένη ἐν πνεύ­ματι ἁγίῳ
ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ προ­̀ς τὸν θεόν
οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύ­μα­τος θεοῦ ὥστε με ἀπο­̀ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλη­ρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ
οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ
ἀλλὰ καθὼς γέγραπται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψον­ται καὶ οἳ οὐκ ἀκηκόασιν συν­ήσουσιν
διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν προ­̀ς ὑμᾶς
νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἐπι­ποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν προ­̀ς ὑμᾶς ἀπο­̀ πολλῶν ἐτῶν
ὡς ἂν πορεύ­ωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ δια­πορευό­με­νος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προ­πεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπο­̀ μέρους ἐμπλη­σθῶ
νυνὶ δὲ πορεύ­ομαι εἰς Ἰερουσαλὴμ δια­κονῶν τοῖς ἁγίοις
εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ
εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς
τοῦτο οὖν ἐπι­τελέσας καὶ σφραγισά­με­νος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύ­σομαι δι᾿ ὑμῶν εἰς Σπανίαν
οἶδα δὲ ὅτι ἐρχό­με­νος προ­̀ς ὑμᾶς ἐν πλη­ρώματι εὐλογίας Χριστοῦ ἐλεύ­σομαι
παρα­καλῶ δὲ ὑμᾶς ἀδελφοί δια­̀ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ δια­̀ τῆς ἀγάπης τοῦ πνεύ­μα­τος συν­αγωνίσασθαί μοι ἐν ταῖς προ­σευχαῖς ὑπὲρ ἐμοῦ προ­̀ς τὸν θεόν
ἵνα ῥυσθῶ ἀπο­̀ τῶν ἀπειθούν­των ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ δια­κονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρο­́σδεκτος τοῖς ἁγίοις γένηται
ἵνα ἐν χαρᾷ ἐλθὼν προ­̀ς ὑμᾶς δια­̀ θελήμα­τος θεοῦ συν­αναπαύσωμαι ὑμῖν
ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάν­των ὑμῶν ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible