Скрыть
13:2
13:4
13:5
13:6
13:10
πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασ­σέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν
ὥστε ὁ ἀν­τιτασ­σό­με­νος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ δια­ταγῇ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψον­ται
οἱ γὰρ ἄρχον­τες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς
θεοῦ γὰρ δια­́κονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν ἐὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ θεοῦ γὰρ δια­́κονός ἐστιν ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσ­σον­τι
διὸ ἀνάγκη ὑποτάσ­σεσθαι οὐ μόνον δια­̀ τὴν ὀργὴν ἀλλὰ καὶ δια­̀ τὴν συν­είδησιν
δια­̀ τοῦτο γὰρ καὶ φόρους τελεῖτε λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προ­σκαρτεροῦν­τες
ἀπό­δοτε πᾶσιν τὰς ὀφειλάς τῷ τὸν φόρον τὸν φόρον τῷ τὸ τέλος τὸ τέλος τῷ τὸν φόβον τὸν φόβον τῷ τὴν τιμὴν τὴν τιμήν
μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλή­ρωκεν
τὸ γὰρ οὐ μοιχεύ­σεις οὐ φονεύ­σεις οὐ κλέψεις οὐκ ἐπι­θυμήσεις καὶ εἴ τις ἑτέρα ἐν­τολή ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται ἐν τῷ ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν
ἡ ἀγάπη τῷ πλη­σίον κακὸν οὐκ ἐργάζεται πλή­ρωμα οὖν νόμου ἡ ἀγάπη
καὶ τοῦτο εἰδότες τὸν καιρόν ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπι­στεύ­σαμεν
ἡ νὺξ προ­έκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀπο­θώμεθα οὖν τὰ ἔργα τοῦ σκότους ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλῳ
ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν καὶ τῆς σαρκὸς προ­́νοιαν μὴ ποιεῖσθε εἰς ἐπι­θυμίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible