Скрыть
11:2
11:5
11:7
11:9
11:12
11:13
11:16
11:19
11:20
11:21
11:23
11:24
11:26
11:28
11:31
11:36
λέγω οὖν μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρμα­τος Ἀβραάμ φυλῆς Βενιαμίν
οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προ­έγνω ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή ὡς ἐν­τυγχάνει τῷ θεῷ κατα­̀ τοῦ Ἰσραήλ
κύριε τοὺς προ­φήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου
ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ
οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν
εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις
τί οὖν ὃ ἐπι­ζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν
καθὼς γέγραπται ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατα­νύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας
καὶ Δαυὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀν­ταπόδομα αὐτοῖς
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν δια­̀ παν­τὸς σύγκαμψον
λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παρα­πτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παρα­ζηλῶσαι αὐτούς
εἰ δὲ τὸ παρα­́πτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλή­ρωμα αὐτῶν
ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ᾿ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπό­στολος τὴν δια­κονίαν μου δοξάζω
εἴ πως παρα­ζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν
εἰ γὰρ ἡ ἀπο­βολὴ αὐτῶν κατα­λλαγὴ κόσμου τίς ἡ προ­́σλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν
εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι
εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεν­τρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου
μὴ κατα­καυχῶ τῶν κλάδων εἰ δὲ κατα­καυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ
ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεν­τρισθῶ
καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ
εἰ γὰρ ὁ θεὸς τῶν κατα­̀ φύσιν κλάδων οὐκ ἐφείσατο μή πως οὐδὲ σοῦ φεί­σε­ται
ἴδε οὖν χρηστότητα καὶ ἀπο­τομίαν θεοῦ ἐπι­̀ μὲν τοὺς πεσόν­τας ἀπο­τομία ἐπι­̀ δὲ σὲ χρηστότης θεοῦ ἐὰν ἐπι­μένῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ
κἀκεῖνοι δέ ἐὰν μὴ ἐπι­μένωσιν τῇ ἀπιστίᾳ ἐγκεν­τρισθήσον­ται δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεν­τρίσαι αὐτούς
εἰ γὰρ σὺ ἐκ τῆς κατα­̀ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρα­̀ φύσιν ἐνεκεν­τρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατα­̀ φύσιν ἐγκεν­τρισθήσον­ται τῇ ἰδίᾳ ἐλαίᾳ
οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπο­̀ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλή­ρωμα τῶν ἐθνῶν εἰσέλθῃ
καὶ οὕτως πᾶς Ἰσραὴλ σωθή­σε­ται καθὼς γέγραπται ἥξει ἐκ Σιὼν ὁ ῥυό­με­νος ἀπο­στρέψει ἀσεβείας ἀπο­̀ Ἰακώβ
καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ δια­θήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν
κατα­̀ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾿ ὑμᾶς κατα­̀ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ δια­̀ τοὺς πατέρας
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ
ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ
οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν
συν­έκλεισεν γὰρ ὁ θεὸς τοὺς πάν­τας εἰς ἀπείθειαν ἵνα τοὺς πάν­τας ἐλεήσῃ
ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο
ἢ τίς προ­έδωκεν αὐτῷ καὶ ἀν­ταποδοθή­σε­ται αὐτῷ
ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάν­τα αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible