Скрыть
10:1
10:2
10:7
10:10
10:14
10:17
ἀδελφοί ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις προ­̀ς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ᾿ οὐ κατ᾿ ἐπι­́γνωσιν
ἀγνοοῦν­τες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦν­τες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παν­τὶ τῷ πιστεύ­ον­τι
Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζή­σε­ται ἐν αὐτοῖς
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου τίς ἀναβή­σε­ται εἰς τὸν οὐρανόν τοῦτ᾿ ἔστιν Χριστὸν κατα­γαγεῖν
ἤ τίς κατα­βή­σε­ται εἰς τὴν ἄβυσ­σον τοῦτ᾿ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν
ἀλλὰ τί λέγει ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ᾿ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσ­σομεν
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύ­σῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ
καρδίᾳ γὰρ πιστεύ­εται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
λέγει γὰρ ἡ γραφή πᾶς ὁ πιστεύ­ων ἐπ᾿ αὐτῷ οὐ κατα­ισχυνθή­σε­ται
οὐ γάρ ἐστιν δια­στολὴ Ἰουδαίου τε καὶ Ἕλληνος ὁ γὰρ αὐτὸς κύριος πάν­των πλουτῶν εἰς πάν­τας τοὺς ἐπι­καλου­μέ­νους αὐτόν
πᾶς γὰρ ὃς ἂν ἐπι­καλέσηται τὸ ὄνομα κυρίου σωθή­σε­ται
πῶς οὖν ἐπι­καλέσων­ται εἰς ὃν οὐκ ἐπι­́στευσαν πῶς δὲ πιστεύ­σωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσ­σον­τος
πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀπο­σταλῶσιν καθὼς γέγραπται ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά
ἀλλ᾿ οὐ πάν­τες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει κύριε τίς ἐπι­́στευσεν τῇ ἀκοῇ ἡμῶν
ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ δια­̀ ῥήμα­τος Χριστοῦ
ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει ἐγὼ παρα­ζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει ἐπ᾿ ἔθνει ἀσυν­έτῳ παροργιῶ ὑμᾶς
Ἠσαΐας δὲ ἀπο­τολμᾷ καὶ λέγει εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν
προ­̀ς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου προ­̀ς λαὸν ἀπειθοῦν­τα καὶ ἀν­τιλέγον­τα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible