Скрыть
1:6
1:8
1:10
1:12
1:13
1:15
1:18
1:19
1:22
1:24
1:25
1:27
1:29
1:30
1:31
1:32
Пαῦλος δοῦλος Χριστοῦ Ἰησοῦ κλητὸς ἀπό­στολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ
ὃ προ­επηγγείλατο δια­̀ τῶν προ­φητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενο­μέ­νου ἐκ σπέρμα­τος Δαυὶδ κατα­̀ σάρκα
τοῦ ὁρισθέν­τος υἱοῦ θεοῦ ἐν δυνάμει κατα­̀ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν
δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀπο­στολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόμα­τος αὐτοῦ
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ
πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου δια­̀ Ἰησοῦ Χριστοῦ περὶ πάν­των ὑμῶν ὅτι ἡ πίστις ὑμῶν κατα­γγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ
μάρτυς γάρ μού ἐστιν ὁ θεός ᾧ λατρεύ­ω ἐν τῷ πνεύ­ματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ ὡς ἀδια­λείπτως μνείαν ὑμῶν ποι­οῦμαι
πάν­τοτε ἐπι­̀ τῶν προ­σευχῶν μου δεό­με­νος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν προ­̀ς ὑμᾶς
ἐπι­ποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς
τοῦτο δέ ἐστιν συμπαρα­κληθῆναι ἐν ὑμῖν δια­̀ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ
οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι πολλάκις προ­εθέμην ἐλθεῖν προ­̀ς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν
Ἕλλησίν τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί
οὕτως τὸ κατ᾿ ἐμὲ προ­́θυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι
οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παν­τὶ τῷ πιστεύ­ον­τι Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀπο­καλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ὁ δὲ δίκαιος ἐκ πίστεως ζή­σε­ται
ἀπο­καλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπι­̀ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόν­των
διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπο­̀ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους
διότι γνόν­τες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς δια­λογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία
φάσκον­τες εἶναι σοφοὶ ἐμωράνθησαν
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν
διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπι­θυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύ­δει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρα­̀ τὸν κτίσαν­τα ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
δια­̀ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρα­̀ φύσιν
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέν­τες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀν­τιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπο­λαμβάνον­τες
καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπι­γνώσει παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκον­τα
πεπλη­ρω­μέ­νους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστάς
κατα­λάλους θεοστυγεῖς ὑβριστάς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κακῶν γονεῦσιν ἀπειθεῖς
ἀσυν­έτους ἀσυν­θέτους ἀστόργους ἀνελεήμονας
οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπι­γνόν­τες ὅτι οἱ τὰ τοιαῦτα πράσ­σον­τες ἄξιοι θανάτου εἰσίν οὐ μόνον αὐτὰ ποι­οῦσιν ἀλλὰ καὶ συν­ευδοκοῦσιν τοῖς πράσ­σουσιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible