Скрыть
4:4
4:10
4:14
4:15
4:16
4:18
4:20
4:21
4:22
4:23
ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπι­πόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίῳ ἀγαπητοί
Εὐοδίαν παρα­καλῶ καὶ Συν­τύχην παρα­καλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ
ναὶ ἐρωτῶ καὶ σέ γνήσιε σύζυγε συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συν­ήθλησάν μοι μετὰ καὶ Κλήμεν­τος καὶ τῶν λοιπῶν συν­εργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
χαίρετε ἐν κυρίῳ πάν­τοτε πάλιν ἐρῶ χαίρετε
τὸ ἐπι­εικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις ὁ κύριος ἐγγύς
μηδὲν μεριμνᾶτε ἀλλ᾿ ἐν παν­τὶ τῇ προ­σευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω προ­̀ς τὸν θεόν
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάν­τα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προ­σφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε
ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσ­σετε καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν
ἐχάρην δὲ ἐν κυρίῳ μεγά­λως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
οὐχ ὅτι καθ᾿ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισ­σεύ­ειν ἐν παν­τὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισ­σεύ­ειν καὶ ὑστερεῖσθαι
πάν­τα ἰσχύω ἐν τῷ ἐνδυναμοῦν­τί με
πλη­̀ν καλῶς ἐποιήσατε συγκοινωνήσαν­τές μου τῇ θλίψει
οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπο­̀ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι
ὅτι καὶ ἐν Θεσ­σαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
οὐχ ὅτι ἐπι­ζητῶ τὸ δόμα ἀλλὰ ἐπι­ζητῶ τὸν καρπὸν τὸν πλεονάζον­τα εἰς λόγον ὑμῶν
ἀπέχω δὲ πάν­τα καὶ περισ­σεύ­ω πεπλή­ρωμαι δεξά­με­νος παρα­̀ Ἐπαφροδίτου τὰ παρ᾿ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ
ὁ δὲ θεός μου πλη­ρώσει πᾶσαν χρείαν ὑμῶν κατα­̀ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
ἀσπάσασθε πάν­τα ἅγιον ἐν Χριστῷ Ἰησοῦ ἀσπάζον­ται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
ἀσπάζον­ται ὑμᾶς πάν­τες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύ­μα­τος ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible