Скрыть
1:5
1:8
1:9
1:16
1:17
1:18
1:20
1:21
1:22
1:23
1:24
1:25
1:26
1:27
1:28
1:29
1:30
1:31
1:32
1:33
1:34
1:35
1:36
1:37
1:38
1:39
1:40
1:41
1:42
1:43
1:44
1:45
1:47
1:48
1:50
1:52
1:53
καὶ ἐλάλησεν κύριος προ­̀ς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόν­των αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
λάβετε ἀρχὴν πάσης συν­αγωγῆς υἱῶν Ισραηλ κατα­̀ συγγενείας αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ἐξ ὀνόμα­τος αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πᾶς ἄρσην
ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν δυνάμει Ισραηλ ἐπι­σκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπι­σκέψασθε αὐτούς
καὶ μεθ᾿ ὑμῶν ἔσον­ται ἕκασ­τος κατα­̀ φυλὴν ἑκάστου ἀρχόν­των κατ᾿ οἴκους πατριῶν ἔσον­ται
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παρα­στήσον­ται μεθ᾿ ὑμῶν τῶν Рουβην Ελισουρ υἱὸς Σεδιουρ
τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
τῶν Ιουδα Ναασ­σων υἱὸς Αμιναδαβ
τῶν Ισ­σαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
τῶν υἱῶν Ιωσηφ τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τῶν Μανασ­ση Γαμαλιηλ υἱὸς Φαδασ­σουρ
τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
τῶν Γαδ Ελισαφ υἱὸς Рαγουηλ
τῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
οὗτοι ἐπι­́κλητοι τῆς συν­αγωγῆς ἄρχον­τες τῶν φυλῶν κατα­̀ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν
καὶ ἔλαβεν Μωυσῆς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέν­τας ἐξ ὀνόμα­τος
καὶ πᾶσαν τὴν συν­αγωγὴν συν­ήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατα­̀ γενέσεις αὐτῶν κατα­̀ πατριὰς αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατα­̀ κεφαλὴν αὐτῶν
ὃν τρόπον συν­έταξεν κύριος τῷ Μωυσῇ καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σινα
καὶ ἐγένον­το οἱ υἱοὶ Рουβην πρωτοτόκου Ισραηλ κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Рουβην ἓξ καὶ τεσ­σαράκον­τα χιλιάδες καὶ πεν­τακόσιοι
τοῖς υἱοῖς Συμεων κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεων ἐννέα καὶ πεν­τήκον­τα χιλιάδες καὶ τριακόσιοι
τοῖς υἱοῖς Ιουδα κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ιουδα τέσ­σαρες καὶ ἑβδομήκον­τα χιλιάδες καὶ ἑξακόσιοι
τοῖς υἱοῖς Ισ­σαχαρ κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισ­σαχαρ τέσ­σαρες καὶ πεν­τήκον­τα χιλιάδες καὶ τετρακόσιοι
τοῖς υἱοῖς Ζαβουλων κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλων ἑπτὰ καὶ πεν­τήκον­τα χιλιάδες καὶ τετρακόσιοι
τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Εφραιμ τεσ­σαράκον­τα χιλιάδες καὶ πεν­τακόσιοι
τοῖς υἱοῖς Μανασ­ση κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασ­ση δύο καὶ τριάκον­τα χιλιάδες καὶ δια­κόσιοι
τοῖς υἱοῖς Βενιαμιν κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμιν πέν­τε καὶ τριάκον­τα χιλιάδες καὶ τετρακόσιοι
τοῖς υἱοῖς Γαδ κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέν­τε καὶ τεσ­σαράκον­τα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεν­τήκον­τα
τοῖς υἱοῖς Δαν κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δαν δύο καὶ ἑξήκον­τα χιλιάδες καὶ ἑπτακόσιοι
τοῖς υἱοῖς Ασηρ κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ασηρ μία καὶ τεσ­σαράκον­τα χιλιάδες καὶ πεν­τακόσιοι
τοῖς υἱοῖς Νεφθαλι κατα­̀ συγγενείας αὐτῶν κατα­̀ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν κατα­̀ ἀριθμὸν ὀνομάτων αὐτῶν κατα­̀ κεφαλὴν αὐτῶν πάν­τα ἀρσενικὰ ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος ἐν τῇ δυνάμει
ἡ ἐπι­́σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλι τρεῖς καὶ πεν­τήκον­τα χιλιάδες καὶ τετρακόσιοι
αὕτη ἡ ἐπι­́σκεψις ἣν ἐπεσκέψαν­το Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχον­τες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατα­̀ φυλὴν μίαν κατα­̀ φυλὴν οἴκων πατριᾶς ἦσαν
καὶ ἐγένετο πᾶσα ἡ ἐπι­́σκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπο­̀ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευό­με­νος παρα­τάξασθαι ἐν Ισραηλ
ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεν­τακόσιοι καὶ πεν­τήκον­τα
οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ
καὶ ἐλάλησεν κύριος προ­̀ς Μωυσῆν λέγων
ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συν­επισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
καὶ σὺ ἐπι­́στησον τοὺς Λευίτας ἐπι­̀ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπι­̀ πάν­τα τὰ σκεύ­η αὐτῆς καὶ ἐπι­̀ πάν­τα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάν­τα τὰ σκεύ­η αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν
καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προ­σπορευό­με­νος ἀπο­θανέτω
καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατα­̀ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν
οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναν­τίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατα­̀ πάν­τα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible