Скрыть
1:9
1:10
1:12
1:15
1:17
1:18
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων
Μωυσῆς ὁ θεράπων μου τετελεύ­τηκεν νῦν οὖν ἀναστὰς δια­́βηθι τὸν Ιορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς
πᾶς ὁ τόπος ἐφ᾿ ὃν ἂν ἐπι­βῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ
τὴν ἔρημον καὶ τὸν ᾿Αν­τιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγά­λου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσ­σης τῆς ἐσχάτης ἀφ᾿ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν
οὐκ ἀν­τιστή­σε­ται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκατα­λείψω σε οὐδὲ ὑπερόψομαί σε
ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀπο­δια­στελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς
ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσ­σεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου καὶ οὐκ ἐκκλινεῖς ἀπ᾿ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συν­ῇς ἐν πᾶσιν οἷς ἐὰν πράσ­σῃς
καὶ οὐκ ἀπο­στή­σε­ται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συν­ῇς ποιεῖν πάν­τα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συν­ήσεις
ἰδοὺ ἐν­τέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάσῃς μηδὲ φοβηθῇς ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάν­τα οὗ ἐὰν πορεύ­ῃ
καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
εἰσέλθατε κατα­̀ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐν­τείλασθε τῷ λαῷ λέγον­τες ἑτοιμάζεσθε ἐπι­σιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς δια­βαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελθόν­τες κατα­σχεῖν τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
καὶ τῷ Рουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασ­ση εἶπεν ᾿Ιησοῦς
μνήσθητε τὸ ῥῆμα κυρίου ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου λέγων κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην
αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν ὑμεῖς δὲ δια­βήσεσθε εὔζωνοι προ­́τεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοῖς
ἕως ἂν κατα­παύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρο­νο­μήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς καὶ ἀπελεύ­σεσθε ἕκασ­τος εἰς τὴν κληρο­νο­μίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ᾿ ἀνατολῶν ἡλίου
καὶ ἀπο­κριθέν­τες τῷ ᾿Ιησοῖ εἶπαν πάν­τα ὅσα ἂν ἐν­τείλῃ ἡμῖν ποιήσομεν καὶ εἰς πάν­τα τόπον οὗ ἐὰν ἀπο­στείλῃς ἡμᾶς πορευσόμεθα
κατα­̀ πάν­τα ὅσα ἠκούσαμεν Μωυσῆ ἀκουσόμεθα σοῦ πλη­̀ν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἦν μετὰ Μωυσῆ
ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐν­τείλῃ ἀπο­θανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible