Скрыть
6:5
6:8
6:9
6:10
6:12
6:15
6:16
6:19
6:21
6:22
6:23
6:24
6:25
6:26
6:27
6:28
6:29
6:31
6:33
6:35
6:36
6:37
6:39
6:40
6:41
6:42
6:43
6:44
6:45
6:48
6:50
6:51
6:54
6:56
καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
καὶ γενο­μέ­νου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συν­αγωγῇ καὶ πολλοὶ ἀκούον­τες ἐξεπλή­σ­σον­το λέγον­τες πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοιαῦται δια­̀ τῶν χειρῶν αὐτοῦ γινόμεναι
οὐχ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε προ­̀ς ἡμᾶς καὶ ἐσκανδαλίζον­το ἐν αὐτῷ
καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προ­φήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπι­θεὶς τὰς χεῖρας ἐθεράπευσεν
καὶ ἐθαύμαζεν δια­̀ τὴν ἀπιστίαν αὐτῶν καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
καὶ προ­σκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀπο­στέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν
ἀλλὰ ὑποδεδε­μέ­νους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
καὶ ἔλεγεν αὐτοῖς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς
καὶ ἐξελθόν­τες ἐκήρυξαν ἵνα μετανοῶσιν
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ δια­̀ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προ­φήτης ὡς εἷς τῶν προ­φητῶν
ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἠγέρθη
αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀπο­στείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ δια­̀ Ἡρῳδια­́δα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν
ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
ἡ δὲ Ἡρῳδια­̀ς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀπο­κτεῖναι καὶ οὐκ ἠδύνατο
ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συν­ετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτοῦ ἤκουεν
καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδια­́δος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συν­ανακει­μέ­νοις εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι
καὶ ὤμοσεν αὐτῇ πολλά ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς τί αἰτήσωμαι ἡ δὲ εἶπεν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζον­τος
καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς προ­̀ς τὸν βασιλέα ᾐτήσατο λέγουσα θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπι­̀ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
καὶ περίλυπος γενό­με­νος ὁ βασιλεὺς δια­̀ τοὺς ὅρκους καὶ τοὺς ἀνακει­μέ­νους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν
καὶ εὐθὺς ἀπο­στείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπι­̀ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
καὶ ἀκούσαν­τες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ
καὶ συν­άγον­ται οἱ ἀπό­στολοι προ­̀ς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάν­τα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν
καὶ λέγει αὐτοῖς δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγον­τες πολλοί καὶ οὐδὲ φαγεῖν εὐκαίρουν
καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν
καὶ εἶδον αὐτοὺς ὑπάγον­τας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζῇ ἀπο­̀ πασῶν τῶν πόλεων συν­έδραμον ἐκεῖ καὶ προ­ῆλθον αὐτούς
καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοὺς ὅτι ἦσαν ὡς προ­́βατα μὴ ἔχον­τα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
καὶ ἤδη ὥρας πολλῆς γενομένης προ­σελθόν­τες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή
ἀπό­λυσον αὐτούς ἵνα ἀπελθόν­τες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ ἀπελθόν­τες ἀγοράσωμεν δηναρίων δια­κοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν
ὁ δὲ λέγει αὐτοῖς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόν­τες λέγουσιν πέν­τε καὶ δύο ἰχθύας
καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάν­τας συμπόσια συμπόσια ἐπι­̀ τῷ χλωρῷ χόρτῳ
καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατα­̀ ἑκατὸν καὶ κατα­̀ πεν­τήκον­τα
καὶ λαβὼν τοὺς πέν­τε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρα­τιθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
καὶ ἔφαγον πάν­τες καὶ ἐχορτάσθησαν
καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πλη­ρώματα καὶ ἀπο­̀ τῶν ἰχθύων
καὶ ἦσαν οἱ φαγόν­τες τοὺς ἄρτους πεν­τακισχίλιοι ἄνδρες
καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προ­άγειν εἰς τὸ πέραν προ­̀ς Βηθσαϊδάν ἕως αὐτὸς ἀπο­λύει τὸν ὄχλον
καὶ ἀπο­ταξά­με­νος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προ­σεύξασθαι
καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσ­σης καὶ αὐτὸς μόνος ἐπι­̀ τῆς γῆς
καὶ ἰδὼν αὐτοὺς βασανιζο­μέ­νους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ὁ ἄνεμος ἐναν­τίος αὐτοῖς περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται προ­̀ς αὐτοὺς περιπατῶν ἐπι­̀ τῆς θαλάσ­σης καὶ ἤθελεν παρελθεῖν αὐτούς
οἱ δὲ ἰδόν­τες αὐτὸν ἐπι­̀ τῆς θαλάσ­σης περιπατοῦν­τα ἔδοξαν ὅτι φάν­τασμά ἐστιν καὶ ἀνέκραξαν
πάν­τες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ᾿ αὐτῶν καὶ λέγει αὐτοῖς θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
καὶ ἀνέβη προ­̀ς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισ­σοῦ ἐν ἑαυτοῖς ἐξίσταν­το
οὐ γὰρ συν­ῆκαν ἐπι­̀ τοῖς ἄρτοις ἀλλ᾿ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη
καὶ δια­περάσαν­τες ἐπι­̀ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προ­σωρμίσθησαν
καὶ ἐξελθόν­των αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπι­γνόν­τες αὐτὸν
περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαν­το ἐπι­̀ τοῖς κραβάττοις τοὺς κακῶς ἔχον­τας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν
καὶ ὅπου ἂν εἰσεπορεύ­ετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦν­τας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψων­ται καὶ ὅσοι ἂν ἥψαν­το αὐτοῦ ἐσῴζον­το
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible