Скрыть
5:2
5:3
5:4
5:5
5:6
5:7
5:8
5:9
5:10
5:11
5:12
5:13
5:14
5:15
5:16
5:17
5:18
5:19
5:20
5:21
5:22
5:23
5:24
5:26
5:27
5:28
5:29
5:31
5:32
5:33
5:34
5:36
5:37
5:38
5:39
5:40
5:41
5:42
5:43
καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσ­σης εἰς τὴν χώραν τῶν Γερασηνῶν
καὶ ἐξελθόν­τος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήν­τησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύ­ματι ἀκαθάρτῳ
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
δια­̀ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συν­τετρῖφθαι καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι
καὶ δια­̀ παν­τὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατα­κόπτων ἑαυτὸν λίθοις
καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπο­̀ μακρόθεν ἔδραμεν καὶ προ­σεκύνησεν αὐτῷ
καὶ κράξας φωνῇ μεγά­λῃ λέγει τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
ἔλεγεν γὰρ αὐτῷ ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτῷ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀπο­στείλῃ ἔξω τῆς χώρας
ἦν δὲ ἐκεῖ προ­̀ς τῷ ὄρει ἀγέλη χοίρων μεγά­λη βοσκομένη
καὶ παρεκάλεσαν αὐτὸν λέγον­τες πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
καὶ ἐπέτρεψεν αὐτοῖς καὶ ἐξελθόν­τα τὰ πνεύ­ματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατα­̀ τοῦ κρημνοῦ εἰς τὴν θάλασ­σαν ὡς δισχίλιοι καὶ ἐπνίγον­το ἐν τῇ θαλάσ­σῃ
καὶ οἱ βόσκον­τες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
καὶ ἔρχον­ται προ­̀ς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦν­τα τὸν ἐσχηκότα τὸν λεγιῶνα καὶ ἐφοβήθησαν
καὶ διηγήσαν­το αὐτοῖς οἱ ἰδόν­τες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
καὶ ἤρξαν­το παρα­καλεῖν αὐτὸν ἀπελθεῖν ἀπο­̀ τῶν ὁρίων αὐτῶν
καὶ ἐμβαίνον­τος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾿ αὐτοῦ ᾖ
καὶ οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ ὕπαγε εἰς τὸν οἶκόν σου προ­̀ς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσ­σειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς καὶ πάν­τες ἐθαύμαζον
καὶ δια­περάσαν­τος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συν­ήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν καὶ ἦν παρα­̀ τὴν θάλασ­σαν
καὶ ἔρχεται εἷς τῶν ἀρχισυν­αγώγων ὀνόματι Ἰάϊρος καὶ ἰδὼν αὐτὸν πίπτει προ­̀ς τοὺς πόδας αὐτοῦ
καὶ παρα­καλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπι­θῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ
καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συν­έθλιβον αὐτόν
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵμα­τος δώδεκα ἔτη
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάν­τα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ
ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπο­̀ τῆς μάστιγος
καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπι­γνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπι­στραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν τίς μου ἥψατο τῶν ἱματίων
καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ βλέπεις τὸν ὄχλον συν­θλίβον­τά σε καὶ λέγεις τίς μου ἥψατο
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα ὃ γέγονεν αὐτῇ ἦλθεν καὶ προ­σέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
ὁ δὲ εἶπεν αὐτῇ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπο­̀ τῆς μάστιγός σου
ἔτι αὐτοῦ λαλοῦν­τος ἔρχον­ται ἀπο­̀ τοῦ ἀρχισυν­αγώγου λέγον­τες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τὸν διδάσκαλον
ὁ δὲ Ἰησοῦς παρα­κούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυν­αγώγῳ μὴ φοβοῦ μόνον πίστευε
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾿ αὐτοῦ συν­ακολουθῆσαι εἰ μὴ τὸν πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
καὶ ἔρχον­ται εἰς τὸν οἶκον τοῦ ἀρχισυν­αγώγου καὶ θεωρεῖ θόρυβον καὶ κλαίον­τας καὶ ἀλαλάζον­τας πολλά
καὶ εἰσελθὼν λέγει αὐτοῖς τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύ­δει
καὶ κατεγέλων αὐτοῦ αὐτὸς δὲ ἐκβαλὼν πάν­τας παρα­λαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ καὶ εἰσπορεύ­εται ὅπου ἦν τὸ παιδίον
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον τὸ κοράσιον σοὶ λέγω ἔγειρε
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγά­λῃ
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible