Скрыть
4:2
4:3
4:4
4:5
4:6
4:7
4:8
4:9
4:10
4:13
4:15
4:17
4:18
4:20
4:23
4:26
4:27
4:28
4:29
4:31
4:32
4:34
4:36
4:37
4:38
4:40
4:41
καὶ πάλιν ἤρξατο διδάσκειν παρα­̀ τὴν θάλασ­σαν καὶ συν­άγεται προ­̀ς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάν­τα καθῆσθαι ἐν τῇ θαλάσ­σῃ καὶ πᾶς ὁ ὄχλος προ­̀ς τὴν θάλασ­σαν ἐπι­̀ τῆς γῆς ἦσαν
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παρα­βολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ
ἀκούετε ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι
καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρα­̀ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό
καὶ ἄλλο ἔπεσεν ἐπι­̀ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν δια­̀ τὸ μὴ ἔχειν βάθος γῆς
καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ δια­̀ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συν­έπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν
καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνον­τα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκον­τα καὶ ἓν ἑξήκον­τα καὶ ἓν ἑκατόν
καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω
καὶ ὅτε ἐγένετο κατα­̀ μόνας ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παρα­βολάς
καὶ ἔλεγεν αὐτοῖς ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παρα­βολαῖς τὰ πάν­τα γίνεται
ἵνα βλέπον­τες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούον­τες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπι­στρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς
καὶ λέγει αὐτοῖς οὐκ οἴδατε τὴν παρα­βολὴν ταύτην καὶ πῶς πάσας τὰς παρα­βολὰς γνώσεσθε
ὁ σπείρων τὸν λόγον σπείρει
οὗτοι δέ εἰσιν οἱ παρα­̀ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς
καὶ οὗτοί εἰσιν οἱ ἐπι­̀ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ προ­́σκαιροί εἰσιν εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ δια­̀ τὸν λόγον εὐθὺς σκανδαλίζον­ται
καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαν­τες
καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπι­θυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται
καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπι­̀ τὴν γῆν τὴν καλὴν σπαρέν­τες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παρα­δέχον­ται καὶ καρποφοροῦσιν ἓν τριάκον­τα καὶ ἓν ἑξήκον­τα καὶ ἓν ἑκατόν
καὶ ἔλεγεν αὐτοῖς μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπι­̀ τὴν λυχνίαν τεθῇ
οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ οὐδὲ ἐγένετο ἀπό­κρυφον ἀλλ᾿ ἵνα ἔλθῃ εἰς φανερόν
εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω
καὶ ἔλεγεν αὐτοῖς βλέπετε τί ἀκούετε ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθή­σε­ται ὑμῖν καὶ προ­στεθή­σε­ται ὑμῖν
ὃς γὰρ ἔχει δοθή­σε­ται αὐτῷ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθή­σε­ται ἀπ᾿ αὐτοῦ
καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπι­̀ τῆς γῆς
καὶ καθεύ­δῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός
αὐτομάτη ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλή­ρης σῖτον ἐν τῷ στάχυϊ
ὅταν δὲ παρα­δοῖ ὁ καρπός εὐθὺς ἀπο­στέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός
καὶ ἔλεγεν πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν τίνι αὐτὴν παρα­βολῇ θῶμεν
ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπι­̀ τῆς γῆς μικρότερον ὂν πάν­των τῶν σπερμάτων τῶν ἐπι­̀ τῆς γῆς
καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται μεῖζον πάν­των τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγά­λους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατα­σκηνοῦν
καὶ τοιαύταις παρα­βολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναν­το ἀκούειν
χωρὶς δὲ παρα­βολῆς οὐκ ἐλάλει αὐτοῖς κατ᾿ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάν­τα
καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης διέλθωμεν εἰς τὸ πέραν
καὶ ἀφέν­τες τὸν ὄχλον παρα­λαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα πλοῖα ἦν μετ᾿ αὐτοῦ
καὶ γίνεται λαῖλαψ μεγά­λη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον
καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπι­̀ τὸ προ­σκεφάλαιον καθεύ­δων καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπο­λλύμεθα
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσ­σῃ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγά­λη
καὶ εἶπεν αὐτοῖς τί δειλοί ἐστε οὔπω ἔχετε πίστιν
καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον προ­̀ς ἀλλήλους τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασ­σα ὑπακούει αὐτῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible