Скрыть
13:3
13:4
13:6
13:7
13:8
13:10
13:12
13:13
13:15
13:16
13:17
13:18
13:19
13:20
13:22
13:23
13:25
13:27
13:28
13:29
13:31
13:32
13:34
13:35
13:36
13:37
καὶ ἐκπορευο­μέ­νου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ βλέπεις ταύτας τὰς μεγά­λας οἰκοδομάς οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπι­̀ λίθον ὃς οὐ μὴ κατα­λυθῇ
καὶ καθη­μέ­νου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναν­τι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ᾿ ἰδίαν Пέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας
εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συν­τελεῖσθαι πάν­τα
ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς βλέπετε μή τις ὑμᾶς πλανήσῃ
πολλοὶ ἐλεύ­σον­ται ἐπι­̀ τῷ ὀνόματί μου λέγον­τες ὅτι ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροεῖσθε δεῖ γενέσθαι ἀλλ᾿ οὔπω τὸ τέλος
ἐγερθή­σε­ται γὰρ ἔθνος ἐπ᾿ ἔθνος καὶ βασιλεία ἐπι­̀ βασιλείαν ἔσον­ται σεισμοὶ κατα­̀ τόπους ἔσον­ται λιμοί ἀρχὴ ὠδίνων ταῦτα
βλέπετε δὲ ὑμεῖς ἑαυτούς παρα­δώσουσιν ὑμᾶς εἰς συν­έδρια καὶ εἰς συν­αγωγὰς δαρήσεσθε καὶ ἐπι­̀ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς
καὶ εἰς πάν­τα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον
καὶ ὅταν ἄγωσιν ὑμᾶς παρα­διδόν­τες μὴ προ­μεριμνᾶτε τί λαλήσητε ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦν­τες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον
καὶ παρα­δώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσον­ται τέκνα ἐπι­̀ γονεῖς καὶ θανατώσουσιν αὐτούς
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν­των δια­̀ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθή­σε­ται
ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ ὁ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη
ὁ δὲ ἐπι­̀ τοῦ δώμα­τος μὴ κατα­βάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ
καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπι­στρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
προ­σεύ­χεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος
ἔσον­ται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται
καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πᾶσα σάρξ ἀλλὰ δια­̀ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ ἴδε ὧδε ὁ Χριστός ἴδε ἐκεῖ μὴ πιστεύ­ετε
ἐγερθήσον­ται γὰρ ψευδο­́χριστοι καὶ ψευδο­προ­φῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα προ­̀ς τὸ ἀπο­πλανᾶν εἰ δυνατόν τοὺς ἐκλεκτούς
ὑμεῖς δὲ βλέπετε προ­είρηκα ὑμῖν πάν­τα
ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθή­σε­ται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς
καὶ οἱ ἀστέρες ἔσον­ται ἐκ τοῦ οὐρανοῦ πίπτον­τες καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσον­ται
καὶ τότε ὄψον­ται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης
καὶ τότε ἀπο­στελεῖ τοὺς ἀγγέλους καὶ ἐπι­συν­άξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσ­σάρων ἀνέμων ἀπ᾿ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ
ἀπο­̀ δὲ τῆς συκῆς μάθετε τὴν παρα­βολήν ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν
οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπι­̀ θύραις
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάν­τα γένηται
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ­σον­ται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύ­σον­ται
περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατήρ
βλέπετε ἀγρυπνεῖτε οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν
ὡς ἄνθρωπος ἀπό­δημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ
γρηγορεῖτε οὖν οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύ­δον­τας
ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω γρηγορεῖτε
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible