Скрыть
11:2
11:3
11:4
11:5
11:6
11:10
11:11
11:12
11:13
11:14
11:16
11:18
11:19
11:20
11:21
11:22
11:23
11:28
11:29
11:30
11:31
11:32
11:33
καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν προ­̀ς τὸ ὄρος τῶν ἐλαιῶν ἀπο­στέλλει δύο τῶν μαθητῶν αὐτοῦ
καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναν­τι ὑμῶν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾿ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε
καὶ ἐάν τις ὑμῖν εἴπῃ τί ποιεῖτε τοῦτο εἴπατε ὁ κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὺς αὐτὸν ἀπο­στέλλει πάλιν ὧδε
καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον προ­̀ς θύραν ἔξω ἐπι­̀ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς τί ποιεῖτε λύον­τες τὸν πῶλον
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
καὶ φέρουσιν τὸν πῶλον προ­̀ς τὸν Ἰησοῦν καὶ ἐπι­βάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾿ αὐτόν
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαν­τες ἐκ τῶν ἀγρῶν
καὶ οἱ προ­άγον­τες καὶ οἱ ἀκολουθοῦν­τες ἔκραζον ὡσαννά εὐλογημένος ὁ ἐρχό­με­νος ἐν ὀνόματι κυρίου
εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ ὡσαννὰ ἐν τοῖς ὑψίστοις
καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν καὶ περιβλεψά­με­νος πάν­τα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς βηθανίαν μετὰ τῶν δώδεκα
καὶ τῇ ἐπαύριον ἐξελθόν­των αὐτῶν ἀπο­̀ βηθανίας ἐπείνασεν
καὶ ἰδὼν συκῆν ἀπο­̀ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων
καὶ ἀπο­κριθεὶς εἶπεν αὐτῇ μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
καὶ ἔρχον­ται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦν­τας καὶ τοὺς ἀγοράζον­τας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούν­των τὰς περιστερὰς κατέστρεψεν
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος δια­̀ τοῦ ἱεροῦ
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προ­σευχῆς κληθή­σε­ται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπο­λέσωσιν ἐφοβοῦν­το γὰρ αὐτόν πᾶς γὰρ ὁ ὄχλος ἐξεπλή­σ­σετο ἐπι­̀ τῇ διδαχῇ αὐτοῦ
καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύ­ον­το ἔξω τῆς πόλεως
καὶ παρα­πορευόμενοι πρωιῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
καὶ ἀναμνησθεὶς ὁ Пέτρος λέγει αὐτῷ ῥαββί ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήραν­ται
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς ἔχετε πίστιν θεοῦ
ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασ­σαν καὶ μὴ δια­κριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύ­ῃ ὅτι ὃ λαλεῖ γίνεται ἔσται αὐτῷ
δια­̀ τοῦτο λέγω ὑμῖν πάν­τα ὅσα προ­σεύ­χεσθε καὶ αἰτεῖσθε πιστεύ­ετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμῖν
καὶ ὅταν στήκετε προ­σευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατα­́ τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παρα­πτώματα ὑμῶν
καὶ ἔρχον­ται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦν­τος αὐτοῦ ἔρχον­ται προ­̀ς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
καὶ ἔλεγον αὐτῷ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀπο­κρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ἀπο­κρίθητέ μοι
καὶ διελογίζον­το προ­̀ς ἑαυτοὺς λέγον­τες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ δια­̀ τί οὖν οὐκ ἐπι­στεύ­σατε αὐτῷ
ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβοῦν­το τὸν ὄχλον ἅπαν­τες γὰρ εἶχον τὸν Ἰωάννην ὄν­τως ὅτι προ­φήτης ἦν
καὶ ἀπο­κριθέν­τες τῷ Ἰησοῦ λέγουσιν οὐκ οἴδαμεν καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible