Скрыть

Ἰουδίθ, Глава 1

Толкования
1:1
1:2
1:3
1:4
1:5
1:6
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
ἔτους δωδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ ὃς ἐβασίλευσεν ᾿Ασ­συρίων ἐν Νινευη τῇ πόλει τῇ μεγά­λῃ ἐν ταῖς ἡμέραις Αρφαξαδ ὃς ἐβασίλευσεν Μήδων ἐν ᾿Εκβατάνοις
καὶ ᾠκοδόμησεν ἐπ᾿ ᾿Εκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησεν τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκον­τα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεν­τήκον­τα
καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπι­̀ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκον­τα
καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκον­τα καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσ­σαράκον­τα εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ δια­τάξεις τῶν πεζῶν αὐτοῦ
καὶ ἐποίησεν πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονοσορ προ­̀ς βασιλέα Αρφαξαδ ἐν τῷ πεδίῳ τῷ μεγά­λῳ τοῦτό ἐστιν πεδίον ἐν τοῖς ὁρίοις Рαγαυ
καὶ συν­ήν­τησαν προ­̀ς αὐτὸν πάν­τες οἱ κατοικοῦν­τες τὴν ὀρεινὴν καὶ πάν­τες οἱ κατοικοῦν­τες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν ᾿Yδάσπην καὶ πεδία Αριωχ βασιλέως ᾿Ελυμαίων καὶ συν­ῆλθον ἔθνη πολλὰ εἰς παρα­́ταξιν υἱῶν Χελεουδ
καὶ ἀπέστειλεν Ναβουχοδονοσορ βασιλεὺς ᾿Ασ­συρίων ἐπι­̀ πάν­τας τοὺς κατοικοῦν­τας τὴν Пερσίδα καὶ ἐπι­̀ πάν­τας τοὺς κατοικοῦν­τας προ­̀ς δυσμαῖς τοὺς κατοικοῦν­τας τὴν Κιλικίαν καὶ Δαμασκὸν καὶ τὸν Λίβανον καὶ ᾿Αν­τιλίβανον καὶ πάν­τας τοὺς κατοικοῦν­τας κατα­̀ προ­́σωπον τῆς παρα­λίας
καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλααδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Εσδρηλων
καὶ πάν­τας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ιορδάνου ἕως Ιερουσαλημ καὶ Βατανη καὶ Χελους καὶ Καδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνας καὶ Рαμεσ­ση καὶ πᾶσαν γῆν Γεσεμ
ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάν­τας τοὺς κατοικοῦν­τας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπι­̀ τὰ ὅρια τῆς Αἰθιοπίας
καὶ ἐφαύλισαν πάν­τες οἱ κατοικοῦν­τες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονοσορ βασιλέως ᾿Ασ­συρίων καὶ οὐ συν­ῆλθον αὐτῷ εἰς τὸν πόλεμον ὅτι οὐκ ἐφοβήθησαν αὐτόν ἀλλ᾿ ἦν ἐναν­τίον αὐτῶν ὡς ἀνὴρ εἷς καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προ­σώπου αὐτῶν
καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπι­̀ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατα­̀ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ εἰ μὴν ἐκδικήσειν πάν­τα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάν­τας τοὺς κατοικοῦν­τας ἐν γῇ Μωαβ καὶ τοὺς υἱοὺς Αμμων καὶ πᾶσαν τὴν Ιουδαίαν καὶ πάν­τας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπι­̀ τὰ ὅρια τῶν δύο θαλασ­σῶν
καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ προ­̀ς Αρφαξαδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Αρφαξαδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάν­τα τὰ ἅρματα αὐτοῦ
καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως ᾿Εκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρο­νόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς
καὶ ἔλαβε τὸν Αρφαξαδ ἐν τοῖς ὄρεσι Рαγαυ καὶ κατηκόν­τισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης
καὶ ἀνέστρεψεν μετ᾿ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ πλῆ­θος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα καὶ ἦν ἐκεῖ ῥᾳθυμῶν καὶ εὐωχού­με­νος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ᾿ ἡμέρας ἑκατὸν εἴκοσι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible