Скрыть
1:2
1:8
1:13
1:17
1:21
1:22
1:24
1:25
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος ἀδελφὸς δὲ Ἰακώβου τοῖς ἐν θεῷ πατρὶ ἠγαπη­μέ­νοις καὶ Ἰησοῦ Χριστῷ τετηρη­μέ­νοις κλητοῖς
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πλη­θυνθείη
ἀγαπητοί πᾶσαν σπουδὴν ποι­ού­με­νος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρα­καλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παρα­δοθείσῃ τοῖς ἁγίοις πίστει
παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προ­γεγραμ­μέ­νοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέν­τες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι
ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι εἰδότας ὑμᾶς πάν­τα ὅτι ὁ κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύ­τερον τοὺς μὴ πιστεύ­σαν­τας ἀπώλεσεν
ἀγγέλους τε τοὺς μὴ τηρήσαν­τας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπο­λιπόν­τας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγά­λης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοι­ον τρόπον τούτοις ἐκπορνεύ­σασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας προ­́κειν­ται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι
ὁμοίως μέν­τοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν
ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τῷ δια­βόλῳ δια­κρινό­με­νος διελέγετο περὶ τοῦ Μωϋσέως σώμα­τος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν ἐπι­τιμήσαι σοι κύριος
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπι­́σταν­ται ἐν τούτοις φθείρον­ται
οὐαὶ αὐτοῖς ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύ­θησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀν­τιλογίᾳ τοῦ Κόρε ἀπώλον­το
οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συν­ευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνον­τες νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παρα­φερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀπο­θανόν­τα ἐκριζωθέν­τα
κύματα ἄγρια θαλάσ­σης ἐπαφρίζον­τα τὰς ἑαυτῶν αἰσχύνας ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται
προ­εφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπο­̀ Ἀδὰμ Ἑνὼχ λέγων ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
ποιῆσαι κρίσιν κατα­̀ πάν­των καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάν­των τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάν­των τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς
οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι κατα­̀ τὰς ἐπι­θυμίας ἑαυτῶν πορευόμενοι καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα θαυμάζον­τες προ­́σωπα ὠφελείας χάριν
ὑμεῖς δέ ἀγαπητοί μνήσθητε τῶν ῥημάτων τῶν προ­ειρημένων ὑπὸ τῶν ἀπο­στόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ᾿ ἐσχάτου τοῦ χρόνου ἔσον­ται ἐμπαῖκται κατα­̀ τὰς ἑαυτῶν ἐπι­θυμίας πορευόμενοι τῶν ἀσεβειῶν
οὗτοί εἰσιν οἱ ἀπο­διορίζον­τες ψυχικοί πνεῦμα μὴ ἔχον­τες
ὑμεῖς δέ ἀγαπητοί ἐποικοδομοῦν­τες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐν πνεύ­ματι ἁγίῳ προ­σευχόμενοι
ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προ­σδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον
καὶ οὓς μὲν ἐλεᾶτε δια­κρινο­μέ­νους
οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζον­τες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦν­τες καὶ τὸν ἀπο­̀ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα
τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
μόνῳ θεῷ σωτῆρι ἡμῶν δια­̀ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία προ­̀ παν­τὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάν­τας τοὺς αἰῶνας ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible